Ancient Greek
181.1
Paulus, Epitomae Medicae Libri Septem 181.1
Unproofread scanNot analysed yet
ὅπου <ἄ τοὺς εὐτόνους ποτιστέον, εἰ δὲ μὴ γε, τριώβολον ἢ τὸ ἐλάχιστον ὀβολόν· ὑπίδοιτο δ’ ἂν τις αὐτοῦ τὸ κακοστόμαχον. δοτέον καὶ ἄμμωνιακόν, ἢ ὅπου Κυρηναικοῦ ὀροβιαίου μέγεθος περιπλασθὲν ἀπέφθω μέλιτι καταπινέσθω, σιλφίου τε ρίζης κοχλιάρια β ἐμπασθέντα μελικράτῳ κυάθοις τρισι δίδεται ἢ ἀφέψημα τῆς αὐτῆς ἢ σμύρνης <ἄ μελικράτῳ ὕσσωπῳ τε ἀφέψημα. πάντων δὲ ἀπληκτοτάτον ἐστι καὶ ἀνυσιμώτατον καστορίου διδόναι κοχλιάρια β ἢ γ μερίσαντα αὐτοῦ τὸ πλήθος· οὐ λυπήσει γάρ, οὐδ’ εἰ μετὰ τροφὴν ἐξ αὐτοῦ δίδως. καὶ τὰ λοιπὰ δὲ καὶ αὐτὸ τὸ ποτὸν σχολῇ κατ’ ὀλίγον λαμβανέτωσαν· δυσκαταποτοῦντες γὰρ εἰς τὰς ρῖνας ἀνακόπτουσι τὸ πῶμα, ὅθεν ἰσχυρῶς σπαρασκόμενοι ἐρεθίζονται σπᾶσθαι. διαχρίεσθωσάν τε τὴν ἕδραν πηγανίνῳ ἐλαίῳ μετὰ ὀποπάνακος, ἐνιέσθωσαν τε τοῖς αὐτοῖς. τὴν δὲ τοῦ ψυχροῦ κατάχυσιν, ὡς Ἱπποκράτης φησί, τολμηροτάτην οὖσαν καὶ διὰ τοῦτο τοῖς μεταγενεστέροις, οἶμαι, διελεγχθείσαν καὶ ἡμεῖς παραιτούμεθα.