Ancient Greek
183.1
Paulus, Epitomae Medicae Libri Septem 183.1
Unproofread scanNot analysed yet
φλεγμοναῖς· ἧτοι γὰρ ἐν τῷ δάκνεσθαι σφοδρῶς ὑπὸ τῆς τῶν ἐπιρρεόντων δριμύτητος ἢ διὰ τὸ τεῖνεσθαι πεπληρωμένους τοὺς χιτῶνας ἢ δι’ ἐντασίαν τινὰ παχέων χυμῶν ἢ πνευμάτων φυσωδῶν αἱ ὀδύναί γίνονται σφοδραὶ κατ’ αὐτούς. τὰς μὲν οὖν δήξεις διὰ τῶν καθαρτηρίων κενοῦντας θεραπεύειν καὶ τοῦ ψοῦ τὸ ὑγρὸν ἐγχεόντας· πεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ ἀπερίττου τοῦ σώματος ὄντος ἐπιτηδειότατα τούτοις ἐστὶ λουτρὰ. τὰς δὲ ἐπὶ πληρώσει φλεγμονὰς διὰ τε κενώσεως αἵματος καὶ γαστρὸς ὑπαγωγῆς καὶ τρίψεως τῶν κάτω μορίων ἰάσθαι προσῆκεν· τὰς δὲ ἐντάσεις προκενῶσαντα τὸ πᾶν σῶμα καὶ μέντοι καὶ ἀντισπάσαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν ἐξῆς αὐτοῖς τοῖς τοπικοῖς τοῖς διαφοροῦσι θεραπεύειν. πυριαστέον οὖν αὐτοὺς καὶ τὸ τῆς τήλεως ἐγχυτέον ἀφέψημα. ἐφ’ ὧν δὲ ἡ ἐντασία ἐστὶν αἵματος παχέος ἐν τοῖς τῶν ὀφθαλμῶν φλεβίοις ἄνευ πληθωρικῆς διάθεσεως ἐν ὅλῳ τῷ σώματι, οἴνου χρήσθαι πόσει διαθερμαίνειν τε δυναμένου καὶ κενοῦν καὶ ἐκφράττειν.