Ancient Greek
184.1
Paulus, Epitomae Medicae Libri Septem 184.1
Unproofread scanNot analysed yet
δὲ τοῦ ἐπιπεφυκότος τοῖς μονημέροις καλουμένοις χρηστέον μετὰ τοῦ λευκοῦ τοῦ ὕψοῦ ἐγχέοντας· κατὰ δὲ τὴν ὑστεραίαν, εἰ μὴ τὰ τῆς φλεγμονῆς ἐπιτείνει, ἐπαλειπτέον τῷ ναρδίνῳ, πυρία δὲ χρήσθαι δι’ ἀφεψήματος μελιλώτου τε καὶ τήλεως. παχέος δὲ ὄντος τοῦ τὴν ὀφθαλμίαν ποιούντος ὑγροῦ φαρμάκοις χρησόμεθα μήτε ἐμπλάσσουσι μήτε παχύνουσι τὰ ὑγρά, ἀλλὰ διαχεῖν τε καὶ ὑγραίνειν καὶ ἐκκρίνειν δυναμένοις, οἷον ἐστὶ τὸ Χιακόν. ἐὰν δὲ περὶ τὴν κεφαλὴν ἐνσφηνωθῇ τὰ ὑγρά, σικῦν προσβάλλειν τῷ ἰνῷ ἢ κατασχάζειν ἢ βδέλλας προσάγειν τῷ μετώπῳ κατὰ τὸν ἀλγοῦντα ὀφθαλμόν, καταπλάττειν τε δι’ ἄρτου καθαροῦ βραχέντος ὕδατι σὺν ὀλίγῳ ῥοδίνῳ ἢ ἀλφίτοις ἐψηθείσι κωδυῶν ἀφεψήματι ὁμοίως σὺν ῥοδίνῳ· καὶ δραστικωτέρῳ δὲ χρηστέον καταπλάσματι ἀπὸ τε κρόκου καὶ μελιλώτων καὶ φοινίκων σαρκῶν καὶ κοριαννοῦ φύλλων ἀπαλῶν ὕψων τε τῶν πυρρῶν ὀπτηθέντων καὶ ψυχῶν βραχεικῶν εἰς ἕψημα καὶ ῥοδίνου βραχέος λειουμένων κωδυῶν ἀποζέματι. καὶ τοῦ σπέρματος δὲ τῶν κωδυῶν ἐστὶν ὅτε μίγνυμεν ἀνώδυνίας χάριν· εἰ δὲ πολλὴ τῆς ὀδύνης ἢ ἀνάγκη, καὶ ὀπίου μικτέον ἐλάχιστον, χωρὶς δὲ μεγίστης ὀδύνης παραιτητέον τὰ ναρκωτικά. εἰ δὲ μετρία ἢ φλεγμονὴ εἴη, ἀλὸν καθ’ αὐτὴν ἄνεις ὕδατι ἢ ὕψοῦ τὸ λευκὸν ἐγχρισον. ἵνα δὲ καὶ ἕτοιμον ὑπάρχῃ βοήθημα, λαβὼν κρόκου <ζ, ἀλὸς <ιζ, κόμμεως <θ ὕδατι ὀμβρίῳ ἀναλάμβανε καὶ ποίει κολλούρια. καὶ τὰ διάχροκα δὲ προσκαγορευόμενα πρὸς ἄρχας ὀφθαλμιῶν εἰσὶν ἐπιτήδεια. ἐφ’ ὧν δὲ οἴδηματώδης ὄγκος καὶ ἐκλευκὸς ἐστὶ περὶ τε τὰ βλέφαρα καὶ τὸν ἐπιπεφυκὸτα χωρὶς βλάβης τῶν χιτῶνων, εὖχρηστεῖ καὶ τὰ ὑγροκολλούρια καλούμενα διὰ τε κρόκου καὶ χαλκάνθου καὶ μέλιτος σκευαζόμενα.