Ancient Greek
185.6 to 186.1
Paulus, Epitomae Medicae Libri Septem 185.6-186.1
Unproofread scanNot analysed yet
αὐτοῦ δὲ τοῦ ὀφθαλμοῦ ξρίον ἢ ῥάκος λεπτὸν τῷ λευκῷ τοῦ ψοῦ δεύσας ἐπιτίθει· καὶ τυρὸς νεοπαγὴς ὁμοίως ἐπὶ τοῦ ὀφθαλμοῦ τιθέμενος τὰ δριμέα μάλιστα τῶν ῥευμάτων ἐπέχει, καὶ τὰ σταλτικὰ λεγόμενα κολλούρια ἐπιχριόμενά τε καὶ ἐνταζόμενα ὕδαρὶ τοῦτο δρά. εἰ δὲ διὰ βάθους καὶ ὑποσκύφιον τὸ ὑγρὸν ὑπάρχον εἰς χρόνου μήκος ἔκτεινεται, μετὰ τὰς καθόλου κενώσεις ἔρρινοις τε καὶ ἀποφλεγματικοῖς χρηστέον καὶ Εὐρήσει καὶ φοινιγμοῖς τῆς κεφαλῆς. ἐπὶ δὲ τούτων καὶ τὰς ἐν τῇ κεφαλῇ χειρουργίας παραλαμβανουσιν, ἀγγειολογίαν φημὶ καὶ ἀρθριτομίαν ὑποσπαθισμὸν τε καὶ περισκυρισμὸν καὶ καῦσιν κατὰ τῆς κορυφῆς ἕως ὀστέου· καὶ σικῦαι δὲ κατὰ τοῦ ἰνίου μετ’ ἐγχαράξεως ἀντισπᾶν δύνανται τὴν ἐπίρροιαν. σημεῖα δὲ τῶν μὲν ἐξωθεν τοῦ σκυφίου 1 ἐπιφορὰς Fa ῥευμάτων D: ῥεῦμα BG: ῥεύματα C, corr. C² ῥευμάτων διατάσεις ἀγγείων περὶ μέτωπον καὶ κροτάφους καὶ οἷον δεσμός τῆς κεφαλῆς καὶ τὰ ἑπαινόντα τῶν ἀνακολλημάτων ὠφελοῦντα· τούτων δὲ μὴ παρόντων τῆς ἐπιρροίας χρονιζούσης καὶ πταρμῶν ἐχθ’ ὅτε ἐνοχλούντων ὑποκύφιον νομιστέον εἶναι τὸ ὑγρόν.