Ancient Greek
186.4
Paulus, Epitomae Medicae Libri Septem 186.4
Unproofread scanNot analysed yet
Περὶ ὑποσφαγμάτων καὶ ἐμφυσημάτων. ὑπόσφαγμα ἐστὶ ῥῆσις τῶν φλεβῶν τοῦ ἐπιπεφυκότος ἐκ πληγῆς ὡς μάλιστα γινομένη. ἐγχυματίζειν οὖν αὐτοὺς αἵματι φάσεως ἢ περιστερᾶς ἢ θερμῷ γάλακτι γυναικείῳ βραχὺ ἀποτρίβων λιβάνου· ἢ ἄλμην ἐντοῖζε, καὶ μάλιστα ἀπὸ Καππαδοκικῶν ἄλων· καὶ πυρία κέχρησο δι’ ἀφεγήματος ὠσώπου. πρὸς δὲ τὰ γιγνόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ πληγᾶς ποιεῖ πυρία δι’ ὀξυκράτου συνεχῆς καὶ σπόγγος ἐκ τοῦ ὀξυκράτου ἐπικείμενος. ἐπίχριστον δὲ σφεκλάριον κεκαυμένον καὶ κόπρος περιστερᾶς, ἵσα οἷν ἢ ὄξει λεῖα. καταπλάσσειν δὲ τυρῷ νεαρῷ ἢ ῥαφάνου φλοιῷ ἢ σταφίδι χωρὶς τῶν γιγάρτων, ἑκάστῳ ἐν ὀξυκράτῳ ἢ μελικράτῳ. τὰ δὲ αὐτὰ καὶ πρὸς ἐμφυσήματα.