Ancient Greek
187.2
Paulus, Epitomae Medicae Libri Septem 187.2
Unproofread scanNot analysed yet
9 Περὶ σκληροφθαλμίας καὶ ξηροφθαλμίας. Ἡ μὲν σκληροφθαλμία σκληρότης καὶ δυσκινησία ἐστὶ τοῦ ὀφθαλμοῦ μετὰ πόνου καὶ ἐρεύθους χωρὶς ὑγρασίας. πυρίαν οὖν αὐτοὺς εὐχῶς 10 σπόγγοις ἐξ ὕδατος θερμοῦ καὶ ἐπιτιθέναι τοῖς βλεφάροις εἰς κοίτην ἡμὸν μετὰ ῥοδίνου ἢ στέαρ χηνὸς φεύγοντας τὰ ψυχρὰ καὶ σκληρυντικά· σκεπαζέσθω δὲ καὶ λιπαίνεσθω ἡ κεφαλὴ, καὶ ἡ κοιλία ὑπαγέσθω. ἡ δὲ ξηροφθαλμία κνησιμώθες ἐστὶ τῶν ὀφθαλμῶν διάθεσις χωρὶς ῥεύματος· θεραπεύειν δὲ αὐτὴν λουτροῖς τε καὶ ἀλείμμασι καὶ εὐχύμῳ διαίτῃ. 15 ἐφαρμόσει δὲ κοινῶς ἐπ' ἀμφοῖν καὶ φάρμακα τῶν δριμέων, ὥστε καὶ δάκρυνον προκαλεῖσθαι, δι' ὧν ἡ τε σκληρία ἀνεθήσεται καὶ ἡ ξηρότης διυγρανθήσεται· τοιαύτη δὲ ἐστὶ καὶ ἡ Ἑρασιστράτου πάγχρηστος καὶ τὸ λεγόμενον δικέντητον καὶ τὸ καλούμενον στρατιωτικόν.