Ancient Greek
188.5
Paulus, Epitomae Medicae Libri Septem 188.5
Unproofread scanNot analysed yet
Περὶ τραχώματος. Τὸ μὲν τράχωμα τραχύτης ἐστὶ τῶν ἐνδον τοῦ βλεφάρου, ἡ δὲ τούτων ἐπίτασις, ὥστε καὶ οἷον ἔντομάς ἔχειν, σύκωσις καλεῖται, χρονίσασα δὲ καὶ τυλωθεῖσα τύλωσις ὀνομάζεται. κολλουρίοις μὲν οὖν χρηστέον τῷ τε δι' οἴνου καὶ τῷ διὰ τῶν δύο λίθων καὶ αὐτῷ τῷ αἱματίτῃ λίθῳ δι' ὕδατος πλυθέντι καθ' ὑποβολὴν ὑποσχοῦχον τὸ βλέφαρον· καὶ τὸ ἀρμάτιον δὲ μετ' ὀλίγου τοῦ κυκναρίου ἢ διακρόκου πρὸς τούτοις καὶ ταῖς ψυροφθαλμίαις ἀρμόζει χωρὶς ἐλκύσεως ἐκτρεφομένου τοῦ βλεφάρου ἐπιχρίομενον. εἰ δὲ σκληρὸς ὤν ὁ τύλος μὴ τούτοις εἴκοι, ἐκτρέψαντες τὸ βλέφαρον ξέσομεν διὰ κιχῆρεως ἢ σπηέας ὀστράκου ἢ φύλλων συκῆς ἢ καὶ διὰ τοῦ ὀργάνου τοῦ βλεφαροσύστου καλουμένου.