Ancient Greek
190.7
Paulus, Epitomae Medicae Libri Septem 190.7
Unproofread scanNot analysed yet
Τριχοκόλλια. ἀνακολλᾷ δὲ τὰς εἰσκεκλασμένας τρίχας ἄσφαλτος, μαστίχη, κολοφωνία, κόμμι, κοχλίου τὸ κολλῶδες. 20 Περὶ ἐγκανθίδων καὶ ῥυάδων. Ἡ ἐγκανθὶς ὑπεραύξησις ἐστὶ τοῦ φυσικοῦ κατὰ τὸν μέγαν κανθόν σαρκίου, ἡ δὲ ῥυὰς αὐ τοῦτου μείωσις. τὰς μὲν οὖν ἐγκανθίδας τοῖς τε πρὸς ἐκτρόπια λεχθεῖσι καὶ τοῖς παραπλησίοις καυστικοῖς ἢ σπτοῖς ἂν ἐκδαπανήσεις μὴ ὅλας, ἵνα μὴ ῥυὰς πάλιν γένηται, ἀλλ’ ἄχρι τοῦ φυσικοῦ μεγέθους. τὰς δὲ ῥυάδας ὅλου μὲν ἐκδαπανηθέντος ἢ ἀπὸ χειρουργίας ἀτέχνου ἢ διὰ φαρμάκων τοῦ σαρκώδους ἀνιάτους ἴσθι· εἰ δὲ μέρος αὐτῶν ἐμειώθη, τοῖς μετρίως στυφουσι καὶ σαρκούσιν αὐτὸ ἐπαναθρέψεις, οἷα τὰ διὰ κρόκου καὶ γλαυκίου καὶ ἁλὸς καὶ τὰ διάκροκα τῶν κολλουρίων καὶ ὕοσκύαμος ἐν οἴνῳ ἐψηθεὶς καὶ ἐπιτιθέμενος καὶ ὀλίγη στυπτηρία σὺν οἴνῳ.