Ancient Greek
193.2
Paulus, Epitomae Medicae Libri Septem 193.2
Unproofread scanNot analysed yet
Τὰς ἐπιπολῆς μὲν γινομένας ἐν τοῖς ὀφθαλμοῖς οὐλὰς οἱ μὲν αὐτὸ δή μόνον οὐλᾶς, οἱ δὲ νεφέλια καλοῦσι, τὰς δὲ διὰ βάθους λευκώματα. τούτων δὲ τὰ ῥυπτικὰ τε καὶ εἰηκτικὰ λεγόμενα εἰσιν ἱάματα. τὰ μὲν οὖν νεφέλια τῆς ἀνεμῶνης ὁ χυλὸς ἀποσμήχει καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς μετὰ μέλιτος· τὰ δὲ χρονιώτερα καὶ ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸς μόνος ὕδατι λειούμενος ὡς κολλούριον καὶ τὰ εἰηκτικὰ τῶν κολλουρίων, οἷον τὸ διὰ κέρατος ἐλαφείου καὶ ῥινάριον ἑκατόμβη τε καὶ τὰ παραπλήσια. τὰ δὲ λευκώματα νίτρον μετὰ ἐλαίου παλαίου λειωθὲν ἐπιμελῶς καὶ ἐγχρίομενον καλῶς ἀποσμήχει καὶ τῆς σπητέας τὸ ὄστρακον καυθὲν μετὰ μέλιτος καὶ λειωθὲν· ἐν δὲ κολλουρίοις τοῦτο καλῶς καὶ πρᾶως ἀποσμήχει· μαμυρά, ἀμμωνιακοῦ θυμιάματος, σμύρνης τρωγλητίδος, κροκοδείλων κόπρου ἴσα· ποιεῖ κολλούριον καὶ χρωῖ. ἢ κροκοδείλου χερσαίου κόπρον ὕδατι λειώσας ἐγχριε κολλούρια ποιῶν. καλῶς δὲ ποιήσεις, εἰ λύσας ὕδατι Καππαδοκικοῦς ἅλας τούτῳ λύων τὰ λευκωματικὰ κολλούρια ἐνστάζοις.