Ancient Greek
193.4
Paulus, Epitomae Medicae Libri Septem 193.4
Unproofread scanNot analysed yet
Περὶ πτερυγίων. Τὸ πτερύγιον νευρώδης ἐστὶν τοῦ ἐπιπεφυκότος ὑμένος ὑπεροχὴ ἐκφυομένη μὲν ἀπὸ τοῦ κανθοῦ, προϊοῦσα δὲ μέχρι τῆς στεφάνης· ὅταν δὲ ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα καὶ χρόνια τῶν πτερυγίων διὰ μόνης χειρουργίας ἐκτέμνεται· τὰ δὲ νεώτερα καὶ σύμμετρα τῷ μεγέθει καὶ τὰ εἰηκτικὰ τῶν βοηθημάτων, οἷα τὰ τραχωματικὰ τέ ἐστι καὶ λευκωματικὰ, δαπανᾷ. ἐν ἁπλοῖς μὲν οὖν χαλκὸς κεκαυμένος ἢ χάλκανθον ἅμα χοιρείᾳ χολῇ καλῶς ποιεῖ, δραστικώτερον δὲ τοῦτο· χαλκάνθου μέρος ἄ, κόμμεως μέρος Γ· οἷνῳ ἐκλειοῦντες ἐγχρίομεν ἢ καὶ κολλούρια πλάσσομεν· τινὲς δὲ χολὴν αὐτὸς μέλιτι μίξαντες ἐγχρίοσιν.