Ancient Greek
194.2
Paulus, Epitomae Medicae Libri Septem 194.2
Unproofread scanNot analysed yet
26 Περὶ ἀνθρακώσεως καὶ καρκινωμάτων. Τὸ μὲν καρκίνωμα πάθος ἐστὶ τοῦ κερατοειδοῦς ἔχον ὀδύνην, διάτασιν, ἔρευσον τῶν χιτῶνων, ἄλγημα νυγματώδες ἕως κροταφῶν, καὶ μᾶλλον ἐὰν σεισθῶσιν, ἀνορεκτοῦσί τε καὶ πρὸς τὰ δριμέα παροξύνονται. τοῦτο δὲ τῶν ἀνιάτων ἐστὶ τὸ πάθος· ὅμως δὲ παρηγορητέον αὐτοὺς γαλακτοποσίᾳ καὶ τῇ τῶν σιτηρῶν τε καὶ ἄλλως εὐχύμων ἐδεσμάτων προσφορᾷ χωρὶς ἁπάσης δριμύτητος καὶ κολλουρίων ἀπαλῶν ἐγχύσει, οἷον σποδιακῷ, ζεβηριακῷ καὶ τοῖς παραπλησίοις. προνοεῖσθαι δὲ καὶ τῆς τοῦ ὅλου σώματος εὐκρασίας.