Ancient Greek
204.2
Paulus, Epitomae Medicae Libri Septem 204.2
Unproofread scanNot analysed yet
12 Πρὸς θλάκιν ὕτων. Ὁ μὲν Ἱπποκράτης παραίνει μηδὲν αὐτοῖς προσφέρειν· ἐπειδή δὲ πολλάκις ὑπὸ τῶν πεπονθότων ἀναγκαζόμεθα, χρηστέον τοῖσδε· σμύρνης, ἁλός, λιβάνου, ἀκακίας ἴσα ὄξει ἢ ὕσῳ τῷ λευκῷ καταχρίε, ἢ ἄρτου θερμοῦ τὸ ἔντος σὺν μέλιτι ὀλμοκοπήσας κατάπλασσε. ἢ τοῦτο· ἀσφάλτου, λιβάνου, ἁλός, κοχλιῶν τῆς σαρκός, βολβῶν Ἀφρῶν ἴσα ὄξει συλλέαντας ἐπιτίθει. φλεγμονῆς δὲ γενομένης τῆς ἄμμῳ λείψ κατάπλασσε ἢ χόνδρῳ σὺν ὄξει ἐφθῷ. ἕλαφρά δὲ ἔστω τὰ καταπλάσματα καὶ χωρὶς ἐπιδέσεως ἢ ἕλαφρῶς ἐπιδεῖσθω, καὶ ξριον ἐλαιοβραχὲς ἐντεθεῖσθω τῷ πόρῳ τοῦ ὕτος.