Ancient Greek
208.1
Paulus, Epitomae Medicae Libri Septem 208.1
Unproofread scanNot analysed yet
γοις ἐξ ὕδατος ψυχροῦ καταβρεχέσθω, ἢ σικῦαν ἰνίῳ κολλᾶν μεθ’ αἱ-ματος ἀφαιρέσεως, ἕσθ’ ὅτε δὲ καὶ φλεβοτομεῖν, εἰ μηδὲν κωλύει, καὶ τὰ ἄκρα διαδεῖν, μάλιστα δὲ βραχίονας καὶ μηρούς, καθάπερ ἐπὶ φλεβο-τομιῶν, καὶ κελεύειν κινεῖν αὐτά, χεῖρας μὲν ἀνατρίβοντας, πόδας δὲ βαδίζοντας· πληρουμένων γὰρ αἵματος τῶν ἐνταῦθα φλεβῶν τὰ περὶ τὰς ῥῖνας λειφαίησονται. καὶ σπόγγος δὲ πολλάκις ἐν ὀξυκράτῳ δευ-θείς ψυχρῷ καὶ προσκείμενος ἐξωθεν τοῦ αἱμορραγοῦντος μυκτήρος μετὰ πιλήσεως τὸ δέον ἐξήνυσεν, κάλλιον δὲ προὑποβεβλημένου μακροῦ σφηνίσκου τῇ ῥινί.