Ancient Greek
21.1
Paulus, Epitomae Medicae Libri Septem 21.1
Unproofread scanNot analysed yet
ὅτι κάκεινο τῷ πάθει τούτῳ πολλάκις ἀλίσκεται. εὔειτοι δὲ καὶ οἱ πόνοι καὶ αἱ μακρότεραι ἀποδημίαι· ἥτις δὲ εἴοιθεν ἀταλαιπώρως διαιτᾶσθαι, κῦουσα αὕτη οὐ χρηστῶς ἤνεγκεν τὰς ἐξαπναίους κινήσεις. καὶ τὸ δριμέων δὲ ποτε γεύεσθαι, καὶ μάλιστα νάπτιος, ἐπιτήδειον τῇ ἀπο- 5σίτῳ. πρὸς δὲ τὰ οἰδήματα τῶν ποδῶν ἐξαιρέτα ἀνθόλην ἐν ὄξει βεβρεγμένην ἐπιδεῖν καὶ φύλλα κράμβης πλατέας ἐπιτιθέναι καὶ τὴν Κιμωλίαν μετ' ὄξους ἐπιχρίειν καὶ στυπτηρίαν ὡσαύτως μετ' ὄξους. ἀγαθὸν δὲ καὶ τῶν Μηδικῶν καλουμένων μήλων, ἃ δὴ καὶ κιτρία καλοῦσιν, ἐφήσασαν ἐν ὕδατι κατανίζειν τοὺς πόδας.