Ancient Greek
213.7
Paulus, Epitomae Medicae Libri Septem 213.7
Unproofread scanNot analysed yet
Ἀμόργη ἔφη διάχριε. ἢ τοῦτο· στέαρ γ βινθῖνης ἱσα, ῥόδων ἄνθους, ὑσσώπου, ῥοδίν Πρὸς τὸν λεγόμενον β προσενεκτέον τὴν τε διὰ μώρων μεθ’ ὕδατος θερμοῦ ἢ ὑδρόμελι ἔχον ἄνθος ῥόδων ἐμπεπασμένον ἢ κόστον ἢ ῥόδν ξηρὰ ἢ ἀφηρημένα ἢ γλαυκίου φύλλων ξηρῶν ἀφέψημα. ἔστι μὲν οὖν πικρόν, κάλλιστα δὲ ποιεῖ, εἰ τὸν χυλόν, ὡς εἰς τὰ κολλούρια χρῖμεθα, λύοις ἐν τῷ μελι- 5 κράτῳ· αὐτοῦ δὲ τοῦ θαμνίκου ξηροῦ ἐμφυσωμένου καλλίστη ἢ χρῆσις ἢ δακτύλου προσαπτομένου· πειράσθαι δὲ μηδ’ ὅλως χειραπτεῖν ἢ εὐαφῶς πᾶνυ παράπτεσθαι. ὤνησε δὲ καὶ ὁ Ἀνδρώνιος τροχίσκος. μετὰ δὲ τοὺς ἔρεθισμοὺς τούτων γαρφαρίζειν τοῖς διὰ γλυκυρίξης ἢ τῷ διὰ 10 σκυβελίτου καὶ κρόκου καὶ Χίας καὶ σμύρνης, ὕστερον δὲ ἀμύλου, τραγἀκάνθης. σταθεῖσης δὲ τῆς νομῆς τῷ διὰ γάλακτος καὶ Σαμίας τῆς γαρφαριστέον.