Ancient Greek
215.4
Paulus, Epitomae Medicae Libri Septem 215.4
Unproofread scanNot analysed yet
κζ᾽. Περὶ συνάγχης καὶ τῶν ταύτῃ παρακειμένων, ἐν ᾧ καὶ περὶ τῶν ἀπαρχομένων ἢ ἄλλως πως πνιγομένων. 20 Τῶν μὲν ἐνδον τῆς φάρυγγος μυῶν φλεγμαινόντων ἢ καλουμένη 1 συνάγχη γίνεται, τῶν δὲ ἐκτὸς ἢ παρασυνάγχη· ὡσαύτως δὲ καὶ τοῦ λάρυγγος οἱ μὲν ἐνδον μῦες φλεγμαινόντες τὴν κυνάγχην, οἱ δὲ ἐκτὸς τὴν παρακυνάγχην ἐργάζονται. παρέπεται δὲ πᾶσιν ὀρθόπνοιά τε καὶ πόνος μετὰ δυσπνοίας, ἐνίοις δὲ καὶ πυρετὸς ἔρευθός τε τοῦ προσώπου 25 καὶ τραχήλου καὶ ὀγκὸς ἐπὶ τινων, τὸ τε στόμα διεωγὸς ἔχουσι καὶ