Ancient Greek
217.9
Paulus, Epitomae Medicae Libri Septem 217.9
Unproofread scanNot analysed yet
δὲ τῶν περὶ τὸν τράχηλον ἐρυθρημάτων εὐθὺς ἀναβλέπουσι καὶ ἀνίενται. τὴν βῆχα· ἡμεῖς δὲ ἐπὶ αἵματος ἀναγνωτὴ τῶν λίθων ἐκκρισιν εἴδομεν, ὡς ἐκεῖσε γενόμενοι ἀκριβέστερον ἱστορήσομεν. τοῖς μὲν οὖν ἐπ’ ἐγκαύσει τὴν κόρυζαν ἢ τὸν κατάρρονον ἔχουσι θερμασίας συναίσθησις περὶ τὰ μόρια γίνεται καὶ δριμέων τε καὶ λεπτῶν ὑγρῶν ῥῦσις διὰ τε μυκτήρων καὶ τοῦ στόματος ἔρευθός τε τῶν περὶ τὸ πρόσωπον καὶ τὰς ρῖνας· τοῖς δὲ ἐπὶ ψύξει διάτασις τῶν περὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον καὶ τῶν ἡμοειδῶν πόρων ἐμφραξις, ὥστε μὴ διηχεῖσθαι τὴν φωνὴν ἄνωθεν διὰ τῶν ρινῶν· χρονίζουσι δὲ αὐτοῖς καὶ βῆχες προσγίνονται καὶ φλέγματος ἀναγνωτὴ, ποτὲ μὲν ἀπέπτου περὶ διύτρου, ποτὲ δὲ χλωροῦ. τισὶ δὲ καὶ πυρετὸς ἐπιγίνεται τοῖς μὲν ἐπ’ ἐγκαύσει μηδὲν ὠφελῶν, τοῖς ἐπὶ ψύξει δὲ καὶ σύμπεψιν ἐργαζόμενος.