Ancient Greek
219.15
Paulus, Epitomae Medicae Libri Septem 219.15
Unproofread scanNot analysed yet
δὲ] τε K αὐτῇ] τοιαύτη AE θεραπευτέον μεθόδῳ K ἐπιβλέποντας] Ἀρθριακῶν θεραπεία. Τοῖς δὲ ἄρθριακοῖς καὶ βράγχοις προσαγορευομένοις ἀρμόσει μὲν καὶ τὰ λεχθέντα, ἴδιως δὲ φλεγμονώδους μὲν οὐχὴς κατὰ τὴν ἄρθριαν 10 καὶ τὸν λάρυγγα τῆς διαθέσεως κατ᾿ ἀρχὰς μὲν τοῖς ἐμπλαστικοῖς χρῆστέον βοηθήσασιν, ἄχρις ἂν ἡ φλεγμονὴ μετριωτέρα γένηται· τοι-αῦτα δὲ ἐστὶ τὰ διὰ γλυκέος Κρητικοῦ καὶ τραγακάνθης καὶ κόμμεως καὶ ἀμύλου καὶ τῶν λιπαρῶν φοινίκων τὸ ἀφέψημα καὶ τῆς γλυκείας βίζης μετὰ σιραίου ἄχρι μελιτώδους συστάσεως καὶ ἡ τῶν ὑπαγλωττί-15 δυν καλουμένων χρήσις· πρὸ δὲ πάντων οἶνον πόσεως ἀπεχέσθωσαν κατὰ τὸν καιρὸν τοῦτον. μετριασάσης δὲ τῆς φλεγμονῆς γλυκέος οἴνου λαμβανέτωσαν καὶ τοῖς διὰ μέλιτός τε καὶ γάλακτος οὖν ἀμύλῳ ἢ ἄρτῳ σιληνίτῃ καὶ δι᾿ ἀμυγδάλων ροφήμασι χρήσθωσαν καὶ τοῦ βου-τύρου λαμβανέτωσαν. ὑγρότητος δὲ καταλειφθείσης ἐν τοῖς μορίοις ἐπὶ 20 τὰ ῥυπτικώτερα ἔρχεσθαι, οἷον ἐστὶ κυάμινον ἔντος καὶ τὰ διὰ μέλιτος σκευαζόμενα καὶ κράμβαι καὶ τὰ καλῶς ἠψημένα πρᾶσα· φάρμακα δὲ τὰ θερμότερα κατὰ πρόσβασιν διὰ τε τοῦ ἀπὸ ἰχάδων σιραίου καὶ λιβάνου καὶ ἵρεως καὶ τερεβινθίνης στύρακός τε καὶ χαλβάνης πεπέρειώς τε καὶ κινναμώμου καὶ κασσίας καὶ τῶν τούτοις παραπλησίων. 25