Ancient Greek
225.2
Paulus, Epitomae Medicae Libri Septem 225.2
Unproofread scanNot analysed yet
2 Θεραπεία. Τοὺς δὲ ἐπὶ κατάρρῳ πτύζαντας αἷμα αὐτίκα φλεβοτομεῖν, εἰ μὴ λίαν δριμὺς ὁ κατάρρους ἢ, καὶ σύμμετρον ἀφαίρειν πρὸς τὴν δύναμιν διαδεῖν τε τὰ ἄκρα καὶ ἀνατρίβειν σὺν ἐλαίῳ παλαιῷ θερμῷ ἢ Σικυωνίῳ πλήν τῆς κεφαλῆς τροφήν τε προσάγειν σιτωδὴ χυλὸν ἔχουσαν τινὸς τῶν αὐστηρῶν, οἷον ῥοιάς, μήλων, ἀπίων, ἢ αὐτὰ ἐκεῖνα συνεψείσθω. ὑπνοῦν δὲ μέλλοντι δίδου τοῦ δι᾽ ἠλέκτρου τροχίσκου τῇ τε τρίτῃ τῶν ἡμερῶν δίδου μέλιτος ἕφθου ὀλίγον ἐκλείχειν. εἰ δὲ ταῦτα νικηθείη