Ancient Greek
237.1
Paulus, Epitomae Medicae Libri Septem 237.1
Unproofread scanNot analysed yet
Περὶ ἀνορεξίας. Ἡ ἀνορεξία σιτίων ἐστὶν ἀποστροφὴ ἤτοι δυσκρασίας ὑπαρχούσης κατὰ τὸν στόμαχον ἢ χυμῶν περιουσίας· διαγνώσεις δὲ τὴν μὲν θερμὴν δυσκρασίαν τῷ τε δίψει καὶ ταῖς κνισώσεσι τε καὶ βορβορώσεσιν ἐρυγαῖς, εἰ βιασθέντες τι τραφήναι τύχοιεν, καὶ τῷ τὰ ψυχρότερα μᾶλλον καὶ δυσκατέργαστα δύνασθαι πέττειν, τὴν δὲ ψυχρὰν τοῖς ἐναντίοις· οὔτε γὰρ διψῶσιν οὔτε τῶν ψυχρῶν ἀνέχονται καὶ ὀξευρεμιώδεις ἔνιοτε γίνονται. τῶν δὲ διὰ χυμοὺς ἀνορεκτούντων οἱ μὲν διὰ τοὺς λεπτοὺς τε καὶ δακνύδεις τοῦτο πάσχοντες δάκνονταί τε τὸν στόμαχον καὶ ναυτιῶσι μᾶλλον καὶ διψῶσιν· οἳς δὲ σαπῶσιν οἱ χυμοί, ἔνιοτε καὶ πυρέττουσιν· οἱ δὲ διὰ παχεῖς καὶ γλίσχρους ἀδηκτοὶ μὲν καὶ ἀδιψοὶ τοὐπίπαν εἰσί, κοινὸν δὲ σύμπτωμα πᾶσιν ἐστὶν ἡ ναυτία. ἀλλ’ εἰ μὲν ἐν τῇ κοιλότητι τῆς γαστρὸς ὦσιν οἱ χυμοί, καὶ τούτων αὐτῶν ἀπεμοῦσιν, εἰ δὲ ἐν τοῖς χιτῶσιν αὐτῆς ἐμπεπλασμένοι ἢ καὶ ἀναποθέντες, ναυτιῶσι μόνον, οὐκ ἑμοῦσιν πλὴν σιτίων, εἰ προσκαράμενοι τύχοιεν. τοὺς μὲν οὖν διὰ θερμὴν δυσκρασίαν ἀνορεκτοῦντας διὰ τῶν ἐμψυχόντων διαιτῶν, καὶ μάλιστα τῶν δι’ ὀξοὺς· ἄρτον τοίνυν ἐν ὀξυκράτῳ διδόναι τούτοις καὶ αὐτὸ πίνειν τὸ ὀξύκρατον τὸ τε ὀξύγαλα καὶ τὴν παρὰ Ῥωμαίοις καλουμένην μέλκαν (ἔστι δὲ ὀμοῦ τι διὰ γάλακτος) ἵντυβὰ τε καὶ θριδακῖνας καὶ ποτὲ καὶ ψυχρὸν ὕδωρ, ἅπαντα δὲ συμμετρῶς κατὰ τὴν τῆς ὑπούσης δυσκρασίας ἐναντιώσασιν· ἢ γὰρ ἄμετρος τούτων χρήσις οὐ μόνον οὐκ ὠφέλησεν, ἀλλὰ καὶ ἀνίατον πολλάκις εἵργασατο τὸ πάθος. τοὺς δὲ διὰ ψῦξιν τοῖς ἐναντίοις ἰᾶσθαι προσῆκει οἶνόν τε διδόντα παλαιὸν πίνειν καὶ κονδῖτον καὶ ὑδρόγαρον ἄνθους τε καὶ πηγάνου καὶ πετροσελίνου τὸ ἀφῆγμα καὶ πέπερι δι’ ὕδατος θερμοῦ κοινοῦ ἢ καὶ αὐτὸ τὸ διὰ τῶν τριῶν πεπέρεων ἢ τὸ διὰ καλαμίνθης· δώσεις δὲ καὶ τῆς δι’ ἑχιδνῶν θηριακῆς οὐδὲ τοὺς διὰ πλήθος χυμῶν ἀνορεκτοῦσιν οὐχὲς ἀνεπιτηδείας· τὰ δὲ σκόρδα τούτοις καὶ ὡς τροφὴ καὶ ὡς φαρμακὸν εἰσὶν ἀρμόδια. διὰ πλήθος δὲ χυμῶν τῆς ἀνορεξίας γινομένης τοὺς μὲν λεπτοὺς τε καὶ δακνύδεις κενώσεις