Ancient Greek
240.2
Paulus, Epitomae Medicae Libri Septem 240.2
Unproofread scanNot analysed yet
λθ’ Περὶ χολέρας καὶ διαρροίας. 1 Ἡ χολέρα τῆς γαστρὸς ἐστιν ἄμετρος ἐκτάρaxis κάτωθὲν τε καὶ δι’ ἐμέτων γινομένη διὰ προσεχὴ τῶν σιτίων ἀπεψίαν· ἀπεπτουῖα δὲ 20 ποτὲ μὲν διὰ πολλὴν μοχθηρίαν τροφῶν, ποτὲ δὲ διὰ μοχθηρῶν χυμῶν περιουσίαν. εἰ μὲν οὖν ἐτι ναυτιώδης καὶ σπαρταδόμενος ὁ κάμνων εἴη μενόντων ἐτι τῶν σιτίων ἀπέπτων ἐν τῇ γαστρί, πίνειν αὐτοῖς κελεύομεν ὕδωρ χλιαρὸν καὶ ἀπεμεῖν καθέσει δακτύλων ἢ πτερῶν· συνεργητέον δὲ καὶ τῇ διὰ γαστρὸς ἐκκρίσει. μετὰ δὲ τὴν τῶν περιτ- 25 τῶν κένωσιν ἡσυχία τε καὶ θάλψει τῶν καθ’ ὑποχονδρίων χρηστέον διὰ τε γλυκέος ἐλαίου cὐν οἴνῳ βραχεῖ ἢ μαστίχινου ἢ ναρδίνου, εἰ χειμῶν εἴη, καὶ ὕπνοὺν ἐπιτρεπτέον· μετὰ δὲ τὴν τελείαν πέψιν λουτροῖς τε χρηστέον καὶ εὐχύμῳ τροφῇ. τῆς δὲ κενώσεως ἀμέτρου γινομένης ἀρκεῖ μὲν ἐν ἀρχῇ καὶ τὰ κατὰ τὸ δεύτερον βιβλίον περὶ ἐκταράξεως