Ancient Greek
243.4
Paulus, Epitomae Medicae Libri Septem 243.4
Unproofread scanNot analysed yet
ἡ δὲ τροφὴ δριμείας μὲν καὶ χολώδους οὐχης τῆς ἀποκρίσεως 5 διὰ τε χόνδρου καὶ ὀρύζης ἀλικός τε καὶ τῶν παραπλησίων γινέσθω 11 συνεχομένων αὐτοῖς τῶν στυφόστων τινός, ἀπίου, μήλου Κυδωνίου, μεσπίλου καὶ τῶν ὁμοίων· καὶ τὸ ἀπεφθον δὲ γάλα τούτοις ἀρμόσει. ποτὸν δὲ ἡ οἶνος ὑδαρὴς λεπτός ἢ τι τῶν ἡδῶν ἔστω πομάτων. φλεγματικώτερα δὲ αὐτῶν ἐκκρινόντων ἐπὶ τἀναντία τὴν τροφὴν μεταγ- 15 άτωμεν σπέρματά τέ τινα τῶν εὐστομάχων παραμιγνύντες, ἄνισον ἢ κύμινον ἢ σελίνου σπέρμα· καὶ ἡ φακὴ δὲ δις ἐψηθεῖσα πολλάκις αὐτοὺς ὕνησεν ἐσθιομένη σὺν ὀξει βραχεῖ ἢ ὀξυμέλιτι αὐ τε κράμβα διςεφθοι καὶ αὐταί· κάλλιον δὲ τὴν δευτέραν ἔψησιν αὐτῶν ἐν ὀξυκράτῳ γίνεσθαι. οἶνον δὲ τινα τῶν παλαιοτέρων καὶ θερμοτέρων πινέτωσαν. 20