Ancient Greek
246.5
Paulus, Epitomae Medicae Libri Septem 246.5
Unproofread scanNot analysed yet
4 ἐνέματα δὲ τοῖς δυσεντερικοῖς ἀρμόσει διὰ τοὺς ἐνοχλοῦντας τεινεσμοὺς χυλὸς ὀρύζης ἢ χόνδρου ἢ τοιούτου τινὸς μετὰ στέατος αἰγείου ἢ τραγείου καὶ τὰ ἐν τῷ περὶ τεινεσμοῦ λεχθέντα. εἰ δὲ αἷμα ἀποστάζει, ἐνετέον χυλὸν πολυγόνου ἢ ἀρνογλύσσου μετὰ ἀκακίας ἢ ὑποκιτίδος ἢ τοιούτου τινός· εἰ δὲ ἐπείροι, καὶ ἰχμαμόν τι ἐνίεναι, οἷον τέφραν οἰσυπηρῶν ἐρίων ἢ σπόγγον καινοῦ βραχέντος πίςσῃ ὑγρᾷ ἢ αἵματι βοείῳ ἢ στυπτηρίᾳ ὑγρᾷ καὶ καυθέντος ἢ ὀνίδος χυλῷ. καὶ ὁ τοῦ Ἀνδρωνος δὲ τροχίσκος ἀταθὸν φαρμακὸν ἔστιν ὁ τε τοῦ Μούσα καὶ οἱ παραπλήσιοι. καὶ ὑπόθετα δὲ κολλούρια τῶν πάνυ πρακτικωτάτων εἰσίν, ἐφ’ ὧν μάλιστα καὶ πόνοι περὶ τὴν ἐκκρίσιν γίνονται. νομῆς δὲ εὐστάχης περὶ τὰ ἔντερα, ἣν διαγιγνώσκομεν τῇ τε δυσωδίᾳ καὶ σήμει τῶν ἐκκρινομένων καὶ τῷ μὴ κατ’ ἀρχὰς εὐθὺς ἀλλὰ μετὰ χρόνον αὐτὴν γίνεσθαι, τοῖς ἐξαρωτικοῖς τῶν ἐνεμάτων χρησόμεθα, οἷοι εἰσὶν οἱ τε Φαυστιανοὶ προσαγορευόμενοι τροχίσκοι καὶ ὁ διὰ χάρτου καὶ ὁ Βιθυνὸς ὁ τε θρόνος καὶ ὁ διὰ τῶν φελλῶν, διὰ φακῆς ἀποζέματος ἢ τινος τῶν στυφόντων ἐνιέμενοι. καὶ τοῦτο δὲ τῶν πάνυ μοι πεπειραμένων ἐστὶ τὸ ἔνεμα· ὀμφακίδος κεκαυμένης (ἔστι δὲ τὸ