Ancient Greek
250.1
Paulus, Epitomae Medicae Libri Septem 250.1
Unproofread scanNot analysed yet
καστορίου τροχίκκος ἐνιέμενος καὶ ὁ ἄστηρ ἐνιέμενός τε καὶ πινόμενος καὶ τὰ τούτοις ὁμογενῆ φάρμακα· τὰ γὰρ ἰχυρὰ τῶν ναρκωτικῶν φυλακτέων πρὸς ὀλίγον μὲν παραμυθούμενα, χρονιωτέραν δὲ τὴν διάθεσιν ἐργαζόμενα τῷ τε παχύνειν τὴν ὕλην καὶ τῷ πυκνοῦν τοῦ ἐν- 5 τέρου τοὺς πόρους. ἤδη δὲ λεπτυνθέντος τοῦ φλέγματος καθάρμωμεν αὐτοὺς διὰ τῆς ἱερᾶς πτερουμένης ἢ τῶν καταποτιῶν τούτων· ἄλῃς, εὐφορβίου, Κνιδίου κόκκου καθαροῦ, σκαμμωνίας τὸ ἴσον· ἡ δόσις γρ. β. δίαιτα δὲ θερμότερα τε καὶ ξηροτέρα τούτοις ἀρμόσει κατ’ ἀρχὰς μὲν ἀcitoῦσιν, ἔπειτα δὲ καὶ δριμυφαγοῦσι· πρᾶσα γοῦν αὐτοῖς δοτέον 10 ἔφθὰ μετὰ κονδίτου καὶ σέλινα καὶ τὸν ἔλειον ἀσπέραγον, ὕμὰ σκόρδα, καὶ μάλιστα τοῖς μὴ πρὸς ταῦτα δυσχεραίνουσι, καὶ αὐτοῦ δὲ τοῦ κονδίτου πινέτωσαν καὶ ἄρτου σὺν αὐτῷ λαμβανέτωσαν· εἰς ὑστερον δὲ καὶ τὰς λοιπὰς εὐχύμους τε καὶ εὐπέπτους αὐτοῖς δοτέον τροφὰς 15 φυλαττομένους πλησμονὴν τε καὶ ἀπεσίαν. εἰ δὲ πνεῦμα φευδὲς εἴη τὸ τὴν ὀδύνην ἐργαζόμενον, μετὰ τὰ ἄφυσια τῶν ἐνεμάτων τε καὶ πομάτων καὶ σικύαι ὡς μέγιστα διάπυροι κολληθεῖσαι κοῦφαι καθ’ ὅλου τοῦ ἐπιγαστρίου πολλάκις ἥρκεσαν πρὸς θεραπείαν. φλεγμονῆς δὲ κατὰ τὸ ἕντερον οὐχὲς φλεβοτομήσωμεν ἀπ’ ἀγκῶνος· εἰ δὲ τὰ τῆς δυσου- 20 ρίας ἐπικρατεῖ, καὶ τὴν ἐν τῷ σφυρῷ τέμψωμεν καὶ τοῖς εἰρημένοις χρησώμεθα βοηθήμασιν πλὴν τῶν δριμέων καὶ τῶν καθαρόντων ἰχυρῶς, τοῖς δὲ πραΰνουσι μᾶλλον ἐνέμασί τε καὶ καταπλάσμασι καὶ ἐπιβρέτμασί καὶ τῇ εἰς ἔλαιον ἐμβάσει χρησώμεθα σικύας τε καὶ τούτοις προσβάλωμεν, κηρωτὴν τε κατὰ τοῦ ἐπιγαστρίου θήσομεν ἔχουσαν κηροῦ Γ ε, χαμαιηλίνου Γ β Λ’, ῥοδίνου Γ β Λ’, φαβατίνου ἀλεύρου Γ Λ’, 25 κρόκα ψύων ε’ χυλῷ λινοςπέρμου λείου. λεπτῶς τε καὶ πυρεκτικῶς αὐτοὺς διαιτῶμεν ἄχρι λύσεως φλεγμονῆς. εἰ δὲ διὰ δριμεῖς καὶ δακνώδεις ὀδυνῶνται χυμοὺς, ἐνετέον αὐτοὺς ἐλαίῳ, ἐν ᾧ ἀφήρηται τῆλις ἢ ἄλθαία, σὺν ἀνάλῳ στέατι νεαρῷ χηνὸς ἢ ὄρνιθος, ἢ καὶ χυλῷ πτισάνης