Ancient Greek
251.2
Paulus, Epitomae Medicae Libri Septem 251.2
Unproofread scanNot analysed yet
Οἶμαι δὲ καὶ τὴν νῦν ἐπικρατήσασαν κυλικὴν διάθεσιν ἐπὶ τοιού-τοις γενέσθαι χυμοῖς ἀρξαμένου μὲν τοῦ πάθους ἀπὸ τῶν κατὰ τὴν Ἰταλίαν χωρίων, καὶ ἐν ἄλλοις δὲ πολλοῖς τῆς τῶν Ῥωμαίων πολι-τείας φοιτήσαντος τόποις κατὰ λοιμικὴν τινὰ μετάδοσιν, ἐφ’ ᾧ πολ-λοῖς μὲν εἰς ἐπιληψίαν, ἑτέροις δὲ εἰς παράλυσιν τῶν κώλων σωζο-μένης τῆς αἰσθήσεως, τισὶ δὲ καὶ εἰς ἀμφότερα γέγονεν ἀπόσχησις· καὶ τῶν μὲν εἰς ἐπιληψίαν μεταπεσόντων οἱ πλεῖους ἀπέθανον, τῶν δὲ εἰς παράλυσιν οἱ πλεῖους ἐσώθησαν ὥσπερ ἐν κρίσει μεταστάσης τῆς αἰτίας. τοὺς οὖν οὕτως νοσοῦντας ἰατρὸς τις κατὰ τὴν Ἰταλίαν ἐθερά-πευεν ἀπιστὸν τινὰ ψυκτικὴν ἐπιτηδεύσας καὶ τολμηροτάτην δίαιταν· θριδακίνας τε γὰρ αὐτοῖς παρεῖχεν ἀνέφθους ψυχρίζων αὐτὰς ἰντυβὰ τε ὁμοίως ὑπὲρ κόρον ἐσθίειν σταφυλὰς τε καὶ μήλα καὶ τῶν ἰχθύων τοὺς σκληροσάρκους τὰ τε ὀστρακόδερμα πάντα καὶ πόδας βοῶν βούλ-βας τε καὶ τὰ παραπλήσια, οὐ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ ὄξει ψυχρά· οἴνου δὲ σπανίως μέν, ὥστε δὲ παρεῖχεν, ὕδατι ψυχρῷ τοῦτον ἐκίρνα, καὶ τὸ ψυχρὸν δὲ ὕδωρ ἢ καὶ ὀξύκρατον ψυχρὸν ἐδίδου πάσης ἑτέρας θερμῆς τε καὶ μέσης ἀπέχων τροφῆς, καὶ πλείστους οὕτω κατὰ τὸ παράδοξον ἐξίασατο καὶ τῆς εἰς ἐπιληψίαν ἢ παράλυσιν ἤδη τινὰς ἀρξαμένους μεταπτώσεως.