Ancient Greek
26.4
Paulus, Epitomae Medicae Libri Septem 26.4
Unproofread scanNot analysed yet
15 Περὶ γυμνασίων. Κινήσεις ἐστὶ σφοδρὰ τὸ γυμνάσιον, ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἐπὶ τὸ δασύτερον ἀλλοίωσις. τὰ δὲ γυμνάσια δυσπαθῆ τε παρασκευάζει τὰ ὀργανικὰ μέρη καὶ εὐτόνα πρὸς τὰς ἐνεργείας τὴν τε ὅλην ἰσχυροτέραν τῆς τροφῆς καὶ τὴν ἀλλοίωσιν ἐτοιμοτέραν καὶ τὴν θρέψιν βελτίονα ἐργάζεται διὰ τὴν γινομένην θερμότητα. ἐκκαθαίρει δὲ καὶ τοὺς πόρους καὶ κενεῖ τὰ περιττώματα διὰ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν. ἐπειδή οὖν τῇ ἀναδόσει συνεργεῖ, [τὸ] μῆτε πλήθος ὀμῶν καὶ ἀπέπτων μῆτε σιτίων μῆτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς ἐντέροις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἐλχθῆναι πρὸς ἅπαντα τὰ τοῦ ζῴου μέρη, πρὶν χρηστοῖς γενέσθαι περθεσίςιν. δῆλον οὖν, ὡς [καὶ] πρὸ τῶν σιτίων αὐτὰ παραλαμβάνεσθαι χρῆ. γνωρίσματα δὲ τῆς εὐκαιρίας τῶν οὐρῶν ἢ χρόα· τὸ μὲν γὰρ ὑδατώδες ἀπεπτον ἐτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδοθέντα χυμόν, τὸ δὲ πυρρὸν καὶ χολώδες ἐκ πολλοῦ κατειργάσθαι, τὸ δὲ μετρίως ὠχρόν ἄρτι πέψεως γεγενημένης σημεῖόν ἐστιν· τθνικαύτα οὖν ἄγειν ἐπὶ τὰ γυμνάσια προσαποθέμενον τὰ τε ἐν τῇ κύστει καὶ ἐν τῇ γαστρὶ περιττώματα.