Ancient Greek
263.1
Paulus, Epitomae Medicae Libri Septem 263.1
Unproofread scanNot analysed yet
καὶ οἱ ἔμετοι καὶ αἱ ἀνορεξίαι καὶ αἱ φλογώσεις ἐπιτείνονται, καὶ λειποθυμίαις καταψύχονται πολλάκις, ὥστε τὰς ὑδερικὰς παρεγχύσεις ἐντεῦθεν ἀρχεσθαι· τῶν δὲ κυρτῶν αὐτοῦ φλεγμαινόντων τὰ λοιπὰ τῶν εἰρημένων καὶ ὀγκος σαφὴς κατὰ περιγραφὴν τῇ τε ὀψει καὶ τῇ ἀφῃ κατάδηλος. ταῦτα μὲν ἰσχυρὰς τε καὶ μεγάλης τῆς φλεγμονῆς ὑπαρχούσης· εἰ δὲ ἀμυδρά τις εἴη, κελεύσομεν τῷ κάμνοντι μέγα ἀναπνεῦσαι, καὶ ἐὰν περὶ τὸ δεξιὸν ὑποχόνδριον ὀδυνάσθαι φαίη, μετρίαν τοῦ ἡπατος ὑποληπτέον εἶναι φλεγμονήν. εἰ δὲ κατὰ τὴν θέσιν τῶν ἐπικειμένων μυῶν ἐπιμήκης ὁ τῆς φλεγμονῆς ὀγκος φαίνοιτο μηδενὸς τῶν εἰρημένων παρόντος, αὐτοὺς ἐκείνους φλεγμαίνειν γινώσκομεν. 10 βάρος δὲ μετὰ διάταξεως καὶ ὀδύνης ευναισθῆσις κατὰ τὸ δεξιὸν ὑποχόνδριον χωρὶς ὀγκου καὶ πυρετοῦ ἐμφραζειν δηλοῖ τῶν φλεβῶν, καθ' ἃ μέρη συνάπτουσιν αἱ τῶν ἐπὶ πύλαις τε καὶ σιμῶν τοῦ ἡπατος ταῖς ἐν τοῖς κυρτοῖς. εἰς ἀπόστασιν μὲν οὖν τῆς φλεγμονῆς τρεπομένης ἢ τε ὀδύνη καὶ ἡ διάτασις αὐτοῖς αὐξεταί, καὶ ἄλογα ρίγη προσγίνεται, 15 καὶ ἐπὶ τὸ εὐώνυμον πλευρὸν οὐ δύναται κατακλίνεσθαι μᾶλλον ὀδυνώμενοι τὸ ἦπαρ· εὐπραγέentos δὲ τοῦ ἀποστήματος ἢ διὰ οὐρῶν ἢ διὰ γαστρὸς ἐκκρισις ἀθρόα πύου γίνεται. εἰ δὲ εἰς σκιρρώδη διάθεσιν ὁ ὀγκος μεταπέσοι, αἱ μὲν ὀδύναι μειοῦνται, ὁ δὲ ὀγκος ἐναργὴς ἐστι μετὰ σκληρίας, τὰ δὲ περίξ ἰσχνοῦνται σώματα· τοῦ δὲ χρόνου προἰόντος δύσκολος ἡ διάγνωσις· φάνει γὰρ ὑδερὸς ἐπιγίνεσθαι, καὶ τὸ ὅλον ὑποχόνδριον ὑπὸ τῆς ὑγρότητος καλύπτεται.