Ancient Greek
264.2
Paulus, Epitomae Medicae Libri Septem 264.2
Unproofread scanNot analysed yet
ὑπὸ δὲ παχέων καὶ γλίσχρων χυμῶν τῆς ἐμφράξεως γενομένης τὴν τε μυάκανθον καὶ μάλιστα τὸν ταύτης διδόναι καρπὸν καὶ δάφνης τῆς ῥίζης τὸν φλοιὸν τὸ τε εὐπατόριον δι’ ὀξυμέλιτος ἢ ἀφεψήματος θέρμων πικρῶν μετὰ πηγάνου καὶ πεπέρεως· καὶ τὸ ἄλευρον δὲ τῶν θέρμων πινόμενον καὶ καππάρεως ῥίζης μέρη β, κόστου μέρος α μετὰ