Ancient Greek
267.2
Paulus, Epitomae Medicae Libri Septem 267.2
Unproofread scanNot analysed yet
μη´. Περὶ ὑδέρων. Τοῦ ἡπατος σφοδρῶς καταψυχθέντος, ὅτε μὲν κατὰ πρωτοπάθειαν 1 ἧτοι φλετμήναντος ἢ σκιρρωθέντος ἢ ἄλλως πως αὐτοῦ παθόντος, ὅτε δὲ κατὰ συμπάθειαν ἑτέρων μορίων, ἀποτυχία τῆς ἐξαιματώσεως γίνεται, καὶ καλεῖται τὸ πάθος ὕδερος, ἐφ´ οὐ ποτὲ μὲν πλήθος πνεύ- 10 ματος μετ´ ἐλαχίστης ὑγρότητος ἀθροίζεται μεταξὺ περιτοναίου καὶ ἐν-τέρων, ὥστε πληττόμενον τὸ ἐπιγάστριον ἠχεῖν δίκην τυμπάνου· διὸ καὶ τυμπανίας ὕδερος ἀπὸ τούτου προσηγόρευται, συνιστάμενος ἀπὸ τε τῶν περὶ τὸν στόμαχον καὶ τὴν κοιλίαν καὶ τὸ κῶλον ἐμπνευματώσεων καὶ πυρετῶν χρονίων, ἐξοῦ ὅτε δὲ καὶ ἀπὸ σκληρίας περιτοναίου ἢ 15 μήτρας ἐπὶ γυναικῶν ἢ σκίρρου. ποτὲ δὲ τὸ ἀνάπαλιν πλήθος ὑγροῦ σὺν ἐλαχίστῳ πνεύματι ἐν τοῖς αὐτοῖς ἀθροίζεται χωρίοις, ὥσπερ ἐν ἄκῳ τινι φυλασσόμενον· ὅθεν τὸ πάθος ἄκιτης ὕδερος ὀνομάζεται, συνιστάμενος καὶ αὐτὸς ἐκ τῶν εἰρημένων αἰτίων, τὸ δὲ πλεῖστον ἀπὸ σκληρίας καὶ σκίρρου περὶ τὸν σπλήνα καὶ τὸ ἧπαρ καὶ τῶν περὶ τὰ 20 ἔντερα χρονίων ῥευμάτων· ἐφ´ ὧν συμβαίνει τὴν μὲν γαστέρα ἐξορ-κοῦσθαι, τὸ δὲ λοιπὸν ἐκτῆκεσθαι σῶμα μὴ τρεφόμενον. ἔστι δὲ ὅτε καθ´ ὅλον τοῦ σώματος τὸν ὀγκὸν ψυχρότερόν τε καὶ φλεγματικώτερον αἷμα περιέχεται πῇ μὲν ἀπὸ τοῦ ἡπατος τοιούτῳ φερόμενον, πῇ δὲ καὶ πάσης τῆς σαρκὸς τοῦ σώματος οἷον ἐξυδατουμένης τικτόμενον, 25 ὥστε λευκὸν καὶ φλεγματώδες τὸ σῶμα φαίνεσθαι νεκρῷ παραπλήσιον· καὶ καλεῖται λευκοφλεγματίας ἢ ὑποσαρκίδιος ὕδερος ἢ ἀνὰ σάρκα, συνιστάμενος ἀπὸ τε πυρετῶν μακρῶν καὶ στομάχου καχεξίας καὶ ἐπι-σχεθισίων χρονίων αἱμορροϊδῶν καὶ γυναικείου ῥοῦ καὶ δυσπνοίας καὶ ἀλόγων ἀγρυπνιῶν καὶ τῶν τούτοις ἐμφερῶν αἰτίων.