Ancient Greek
27.2
Paulus, Epitomae Medicae Libri Septem 27.2
Unproofread scanNot analysed yet
ιη'. Περὶ τῆς ἰδίως τρίψεως. Τῶν τρίψεων ἡ μὲν σκληρὰ δύναται δεῖν, ἡ μαλακὴ δὲ λύειν. ὥστε, ὅσα μὲν ἐκκέλυται πέρα τοῦ μετρίου σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δὲ ἐσφίγεται, μαλακῶς, εἰ δὲ τι συμμέτρως ἔχει, τοῦτο εὖ- 25 δηλον ὡς οὔτε μαλακῶς οὔτε σκληρῶς, ἀλλ' ὅσον οἷόν τε τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ἡ μὲν γὰρ πολλὴ τρίψις καὶ σκληρὰ τὸν ὀγκὸν καταστέλλει τοῦ σώματος, ἡ δὲ ὀλίγη καὶ μαλθακὴ τὸ ἀνάπαλιν εἰς ὀγκὸν ἐπαίρει. αἱ δὲ τρεῖς διαφοραὶ τῶν κατὰ ποσότητα