Ancient Greek
276.4
Paulus, Epitomae Medicae Libri Septem 276.4
Unproofread scanNot analysed yet
νγ´ Περὶ βουβωνοκῆλης καὶ ἔντεροκῆλης καὶ ὐδροκῆλης. 1 Αἱ μὲν κατὰ ῥῆξιν τοῦ περιτοναίου γινόμεναι κατολισθήσεις τῶν ἐντέρων χαλεπαὶ λίαν εἰσίν, αἱ δὲ διὰ ἀραίσαιν εὐιατότεροι τοῖς παιδίοις μᾶλλον ὡς ὑγροτέροις συμβαίνουσαι, καὶ πολλὰ πᾶν χωρὶς χειρουργίας διὰ τε τῶν ἐπιτιθεμένων φαρμάκων καὶ τῆς προσηκούσης ἐπιδέσεως ἐθεραπεύθησαν. χρηστὸν ταῖς ὑπογεγραμμέναις δυνάμεσιν τοῦτο μόνον ἡμῶν προσθέντων, ὡς μόνῃ τῷ τόπῳ τὰ πάθη διαφέρουσιν· ἐπὶ μὲν γὰρ ἂν κατὰ τὸν βουβῶνα τοῦ ἐντέρου μένοντος βουβωνοκῆλη, κάτω δὲ πρὸς ὀχεον ἤδη κατενεχθέντος ἔντεροκῆλη προσαγορεύεται. σιδίων τοίνυν <ἰ, κηκίδος ὀμφακος <ἑ, ἔψήσας ἐν οἴνῳ αὐστηρῷ κυάθοις γ λεάνας τε ἐπιτίθει προανατριψας τὸ ἔντερον καὶ προκαταντλήσας ὕδατι ψυχρῷ ἐπίλυε δι´ ἡμερῶν ἰ μένοντος ἐπὶ κλίνης τοῦ θεραπευομένου ἐπὶ λ ἡμέρας καὶ πίνοντος κυπαρίσσω ἀφέψημα μετὰ οἴνου ἢ σφαιρίων κυπαρίσσω τριώβολον ἐν κράματι· τὸ δὲ φάρμακον ἐπὶ παίδων ποιεῖ.