Ancient Greek
278.8
Paulus, Epitomae Medicae Libri Septem 278.8
Unproofread scanNot analysed yet
καταπλαστεόν τοίνυν αὐτοὺς κυμίνῳ ἀλεύρῳ ἠρημένῳ ἐν κράματι 10 μετὰ σταφίδων λιπαρῶν ἐκγῃγαρτισθεισῶν, καὶ κυμίνου ἢ ἀσφοδέλου πρὸς δὲ τοὺς ἀφθῶντας διδύμους τὴν Κιμωλίαν μεθ’ ὕδατος προκαταχρίσας ἔασον ξηρανθῆναι καὶ κατανίψας ὕδατι θερμῷ μυρσίνην ξηρὰν καὶ σμυρίου μικρὸν τρίψας κατάπλασσε. τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη νίτρῳ καὶ ὕδατι φυραθεῖσα ἰᾶται καταπλασσομένη. κνησμοῦ δὲ περὶ ὄχχεον ὄντος νίτρον, σταφίδα ἀγρίαν, στυπτηρίαν ὕγρᾶν ὄξει λειοτριβήσας καὶ ῥοδίνῳ καταχρίε ἐν βαλανείῳ, μετὰ δὲ τὸ λούεσθαι καταχρίε ψοῦ τὸ λευκὸν μετὰ μέλιτος.