Ancient Greek
282.2
Paulus, Epitomae Medicae Libri Septem 282.2
Unproofread scanNot analysed yet
2 Ἕτερον ἀπουλοῦν καὶ τὰς δριμύτητας ἀμβλύνον. Καθμίας κεκαυμένης καὶ πεπλυμένης Γ β, ῥόδων ἀπῶνυχισμένων τῶν φύλλων Γ ζ· ξηρὸν ἐπίπασσε προσαπονίπτων οἶνω. πρὸς δὲ τὰ κονδυλώματα· χαλκίτεως, ὕσσιώπου κηρωτῆς, μυελοῦ ἐλαφείου, βάτου φύλλων ἴσα μετὰ κηρωτῆς, καὶ ὁ δι’ οἰνελαιοῦ ὁμοίως. εἰ δὲ κατὰ τὸν καυλὸν ἔνδον τῆς τοῦ αἰδοίου τρήσεως ἀφανὲς ἔλκος γένηται, γινώσκεται ἐκ τοῦ πύον ἢ αἷμα κενούσθαι χωρὶς οὐρήσεως. θεραπεύεται δὲ πρῶτον μὲν ὑδαρεῖ μελικράτῳ κλυζόμενον, ἔπειτα δὲ γάλακτι, κἂπειτα μίζαντας τῷ γάλακτι τὸ τοῦ ἀστέρος κολλούριον ἢ τὸν λευκὸν τροχίσκον ἢ τὸν διὰ λωταρίων ἐν μολυβδίνῃ θύια παραπέμπειν ἤγουν καὶ πτερόν βάψαντας διαχρίειν, εἶτα λεπτὸν στρεπτὸν χρίσαντας ἐνθεῖναι. κάλλιστον δὲ ἐστὶ καὶ τὸ λαμβάνον κηκίδος καὶ πομφόλυγος ἀμύλου τε καὶ ἄλὼς ἴσα λειωθέντα ῥόδινῳ καὶ χυλῷ ἀρνογλύσσω.