Ancient Greek
284.1 to 284.4
Paulus, Epitomae Medicae Libri Septem 284.1-4
Unproofread scanNot analysed yet
ἄρτος ὕδατι, εἶτα λειωθεῖσιν αὐτοῖς ἐπιβάλλεται ἡ διὰ χυλῶν καὶ τὸ ῥόδινον καὶ μαλάσσεται. ποιεῖ δὲ καὶ πρὸς θερμotáτας ποδάγρας. Ἄλλο, πρὸς φλεγμονὴν δακτυλίου. Ψιμύθιον οἶνῳ καὶ ῥοδίνῳ ἐν μολυβδίνῳ ἱγδίῳ καὶ μολυβδίνῳ δοῖδυκι λειώσας κατάχρῃε ἢ ψιμύθιον καὶ ὡμοῦ τὸ λευκὸν καὶ ῥόδινον ἐν τῷ αὐτῷ ἱγδίῳ λειώσας, ἕως γλοιῶδες γένηται, κατάχρῃε. 6 Ἔδρικὸν πρὸς περιωδυνίας. Ἵοσκύαμου φύλλων τῶν ἀπαλῶν, ἀνδράχνης φύλλων τῶν ἀπαλῶν, ψυχῶν βραχειῶν εἰς οἶνον, ὧν ὁπτῶν τῶν πυρρῶν τὸ ἴσον, ῥοδίνου τὸ ἄρκοῦν· μετὰ τὸ πυριάσαι τὸν τόπον ῥόδων καὶ μελιλῶτων ἀποζέματι ἐπίθες τὸ κατάπλασμα.