Ancient Greek
286.1
Paulus, Epitomae Medicae Libri Septem 286.1
Unproofread scanNot analysed yet
11 τροφαὶ δὲ ταῖς μὲν ὑπερκενουμέναις ὀλίγαιμοί τε καὶ ἀπéριττοι ἀρμόζουσι καὶ ξηραντικαὶ καὶ στύφουσαι, οἷός ἐστιν ὁ τε πλυτὸς χόνδρος δι’ ὀξυκράτου καὶ ὀρυζὰ καὶ ἄλιξ καὶ τῶν λαχάνων ἴντυβὰ τε καὶ κιχώρια καὶ ἀνδράχνη καὶ τῶν οἴνων οἱ στύφοντες· ἐπὶ δὲ τῶν ἀποτυφλωθεισῶν αἱμορροΐδων ἀρμόζουσιν αἱ ταύταις ἐναντίαι, μάλιστα δὲ τευθίδων καὶ σπηιῶν καὶ πολυπόδων νάρκης τε καὶ τῶν σελachίων ἐδωδή καλῶς ἂν ἀρμόζοι· ταρακτικὰ γὰρ ἐστι ταῦτα τοῦ αἵματος· καὶ τὰ τῶν καταμηνίων δὲ ἀγυγὰ τούτοις ἀρμόσει.