Ancient Greek
286.7
Paulus, Epitomae Medicae Libri Septem 286.7
Unproofread scanNot analysed yet
5 Περὶ τῶν κατὰ τὴν μήτραν παθῶν, καὶ πρῶτον περὶ ἐμμήνου καθάρσεως. 20 Ταῖς πλείσταις ἡ κάθαρσις γίνεται περὶ τεσσαρεσκαίδεκατον ἔτος, ὀλίγαις δὲ θάσσον, κατὰ τὸ τρικαιδέκατον ἢ δωδέκατον, οὐκ ὀλίγαις δὲ βραδίων τῶν δεκατεσσάρων ἐτῶν. χρόνος δὲ ἑκάστη καθάρσει τεταγμένος οὐκ ἔστι, πολλαῖς δὲ ἐπὶ δύο ἢ τρεῖς, ταῖς πλείσταις δὲ ἐπὶ 25 πέντε ἡμέρας ἐκκρίνεται, ἄλλαις δὲ καὶ ἄχρι ἑπτά, σπάνιαι δὲ καὶ ἄχρι δωδεκάτης ἐκαθάρησαν. παύονται δὲ τῶν καθάρσεων αἱ μὲν περὶ τὸ πεντηκοστὸν ἔτος, σπάνιαι δὲ μέχρι τῶν ἐξήκοντα, ἐνίαις δὲ ἀπὸ πέντε καὶ τριάκοντα, καὶ μάλιστα ταῖς καταπιμέλαις, λήγειν ἤρξατο τὰ καταμήνια. στραγγευομένης οὖν τῆς καθάρσεως λούειν περὶ τὴν προ- 30 θεσμίαν καὶ προποτίζειν ἢ σφάμμῳ ἢ κεφαλωτῷ πρᾶξῃ μετὰ πεπέρεως