Ancient Greek
290.9
Paulus, Epitomae Medicae Libri Septem 290.9
Unproofread scanNot analysed yet
καὶ μίγνυται, ἐν δὲ τῇ χρήσει ἀναλαμβάνεται εἰς πεσσὸν ἐρίου καθυγραίνεσθαι τοὺς τόπους διαφόροις κατὰ χρόαν ὑγροῖς, τὴν δὲ κάμνουσαν ἀχροεῖν, ἀτροφεῖν, ἀνορεκτεῖν κἂν τοῖς περιπάτοις δυσπνοεῖν καὶ διψηκότας ἔχειν τοὺς ὀφθαλμούς· καὶ ποτὲ μὲν χωρὶς πόνου, ποτὲ δὲ μετὰ πόνου γίνεται καὶ ἡ μεθ’ ἐλκώσεως ἢ χωρὶς ἐλκώσεως ἤτοι φλεγμαινούσης ἢ ῥυπαρᾶς ἢ καθαρᾶς. ὅλῳ μὲν οὖν τῷ σώματι βοηθεῖν τοῖς ξηραίνουσιν ὑγροῦ τοῦ πάθους ὄντος χωρὶς τοῦ θερμαίνειν ἐπιφανῶς τρίψει τε τοῦ σώματος ὅλου καὶ χρήσει διὰ μέλιτος ἰκανῶς ἐψηθέντος καὶ διουρητικὰ φάρμακα διδόναι, οἷόν ἐστιν ὕδωρ ἐνεψηθέντος αὐτῷ ἀκάρου καὶ σελίνου, κενοῦν δὲ καὶ διὰ γαστρὸς ὅλον τὸ σῶμα. πρὸς δὲ γε τούτοις ἀνδράχνη ἐσθιomenή καὶ ὁ χυλὸς αὐτῆς πινόμενος ὠφελεῖ, βαλαύστιον, βάτου δ καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμένῦδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου, ἱππουρίς, μάλιστα τὸν ἐρυθρὸν ῥόδον, πινομένη δι’ ὕδατος ἢ οἴνου, ὑποκιστίς, σχίνου δ καρπὸς φρυγεὺς καὶ μετ’ οἴνου πινόμενος, Σάμιος ἄστηρ, Ἀμνία σφραγίς, πυτία λαγωοῦ ἢ ἐρίφου ἢ ἀρνὸς ἢ μόσχου ἢ ἐλάφου, γίγαρτα λεῖα, μύρτα, ὀμφαξ ξηρός, πίτυος φλοιός, καὶ τὰ ἐπὶ τῆς αἱμορραγοῦσης ὑστέρας εἰρημένα τὰ μὴ λίαν δραστήρια. ὅτε δὲ μετὰ πόνου φέρεται, διὰ μητρεγχύτου ἢ κλυστήρος χυλὸν ἄλικος ἢ πτιζάνης ἢ τράγου ἢ ὀρύζης ἐντετέον αὐτὴν μετὰ τινος τῶν ἀνωδύνων φαρμάκων, καὶ ἐν μὲν τοῖς παροξυμοῖς παρηγορητέον, ἐν δὲ τοῖς διαλείμμασι (περιοδίζει γὰρ ἐνίοτε) μετακυκρίνειν αἰώραις διαφόροις, περιπάτοις, ἀναφωνήσεσιν, ἀλείμμασι, σικύαις, δρύψασθι κατὰ τῶν ὑπερκειμένων, ἡλιώσει, τρίψει, ψιλώθροις, σμήγμασι, σιναιπμοῖς, ἐμέτοις ἀπὸ ραφανίδων, ἀναληπτικῇ ἐπιμελείᾳ, λουτροῖς, οἴνῳ, ποικίλῃ τροφῇ.