Ancient Greek
294.2
Paulus, Epitomae Medicae Libri Septem 294.2
Unproofread scanNot analysed yet
ξ5. Περὶ ἐλκώσεως ὑστέρας. 1 Ἔλκοῦται πολλάκις ἡ ὑστέρα διὰ δυστοκίαν ἢ ἐμβρυουλικίαν ἢ 25 φθορὰν ἢ ὑπὸ φαρμάκων ὀριμέων ἢ ὑπὸ ρέυματος ἢ ἐξ ἀποστημάτων συρραγέντων. εἰ μὲν οὖν πρόχειρος εἴη ἡ ἔλκωσις, διὰ διοπτριμοῦ καταλαμβάνεται, εἰ δὲ διὰ βάθους, ἐκ τῶν ἐκκρινομένων· ὑγρὸν γὰρ ἀποκρίνεται διάφορον, φλεγμαινόντος μὲν τοῦ ἔλκους ὀλίγον, αἵματῶδες ἢ τρυγώδες, σὺν περιωδυνίᾳ, ῥυπαροῦ δὲ ὄντος πλεῖον καὶ ἰχω- 30 ρῶδες, σὺν ἐλάσσονι πόνῳ, νεμομένου δὲ δυσώδες, μέλαν, σὺν ἀλγήμασιν ἰχυροτέροις καὶ τοῖς ἄλλοις τῆς φλεγμονῆς σημείοις, διερεθισμὸς