Ancient Greek
295.1
Paulus, Epitomae Medicae Libri Septem 295.1
Unproofread scanNot analysed yet
πρὸς τὰ χαλακτικὰ τῶν φαρμάκων, πρὸς δὲ τἀναντία κουφισμός· καθ-1 αροῦ δὲ ὄντος ὑγρὸν ὀλίγον, ὁμαλόν, ἄσμον, παχύ, λευκὸν ὑπ’ εὐαισθησίας. φλεγμαινοῦντος μὲν οὖν τοῦ ἔλκους τοῖς πρὸς φλεγμαονὴν εἰρημένοις χρῆστέον, ῥυπαροῦ δὲ ὄντος πτισάνης χυλὸν μετὰ μέλιτος ἐγκλυστεῖον ἢ τὴν τετραφάρμακον μετὰ Σουκίνου ἢ μελικράτου ἡμη-5 μένης ἐν αὐτῷ τήλεως ἢ μαλάχης ἢ πιτύρων ἢ φακοῦ λελεπισμένου, πρὸς δὲ τὸ μᾶλλον ἀνακαθάραι καὶ πρασίου ἢ ὁρόβου, ἢ μέλιτι παραπλέξαντα ὁρόβου τὸ ἄλευρον ἢ ἱριν ἢ στυπτηρίαν στρογγύλην ἢ τι τῶν ἐμφερῶν παραπέμπειν, τούτοις δὲ αὐτοῖς καὶ ἐξωθεν καταπλάτ-9 τειν μελικράτῳ πεφυραμένοις. ἰδιαίτερον δὲ ὠφελεῖ τόδε τὸ φάρμα-2 κον· κρόκος κάλλιστος λεαίνεται μετὰ γυναικείου γάλακτος, εἶτα ἀναληφθεὶς κηρωτὴ ῥοδίνη μετὰ χηνείου στέατος ἐγχρίεται κροκῳδί. τούτου δὲ σπουδαιότερον καὶ πρὸς περιωδυνίας ἀρμόζον τοῦτο· κωδύαι μήκωνος ἐν γλυκεῖ κεκραμένῳ βρέχονται ἐπὶ ἡμέρας γ, εἶτα ἐξωνται, ἕως τακερωθῶσιν, εἶτα τρίβονται ἅμα ῥόδων φύλλων <ε καὶ κρόκου <γ15 παραμιγνυμένου τοῦ τῶν κωδυῶν ἀφεγήματος· εἶτα καταχεῖν αὐτῶν τήξαντα σὺν ῥοδίνῳ κηροῦ <β καὶ προστιθέναι ἐν πεσσῷ χρίσαντα ῥοδίνῳ. ποιεῖ δὲ καὶ τὸ δι’ ἰψῶν καὶ κρόκου καὶ ῥοδίνου καὶ χηνὸς στέατος καὶ ἐλαφείου μυελοῦ σκευαζόμενον· καὶ ἡ Αἰγυπτία δὲ ἢ δίχα τοῦ ἰοῦ θαυμασίως ἀρμόζει πρὸς τὰς ἐλκώσεις. νομῆς δὲ οὐχὲς σὺν20 φλεγμαονὴ μέν καταπλαστέον ἄρτῳ χλιαρῷ πεφυραμένῳ δι’ ὑδρομέλιτος καὶ ἐλαίου καὶ ἁλθαίας καὶ τήλεως καὶ φοινίκων λιπαρῶν· ἐντετέον δὲ χυλὸν ἄργογλύσσω, στρύχνου, πολυτόνου, σέρεως, πρώτων μὲν καθ’ αὐτά, ὕστερον δὲ μετ’ οἴνου αὐστηροῦ ἢ ὄζους. ἄνευ δὲ φλεγμαονῆς3 τῆς νομῆς κατεπειγουσῆς ἐντετέον τὰ εὐτονώτερα, καθάπερ ἀφέψημα25 σιδίων, ῥόδων, θαλασσίας, κυπαρίσσω, μήλων Κυδωνίων, βάτου, μύρτων, σχίνου, ῥάμνου, ῥοῦ σκυτοδεψικοῦ δι’ οἴνου στύφοντος, ὕστερον δὲ καὶ στυπτηρίας, ἀκακίας, λυκίου, ὑποκιστίδος· ἐκ δὲ τῶν αὐτῶν ἀφεψήματων ἔστω καὶ ἐγκάθισμα. μὴ προκόπτοντος δὲ ἐνιέναι τὸ διὰ χάρτου μετ’ ὀξυκράτου τὸ πρῶτον, εἶτα ὄζους, ἢ τὴν ἀνθηρὰν ἢ χαλκίτιν ἢ30 χάλκανθον διὰ τῶν αὐτῶν ὑγρῶν καὶ τὰ τοῖς δυσεντερικοῖς ἀρμόζοντα.