Ancient Greek
298.2 to 298.7
Paulus, Epitomae Medicae Libri Septem 298.2-7
Unproofread scanNot analysed yet
2 Πεσσὸς μαλακτικός. Κηροῦ Ποντικοῦ, ναρδίνου μύρου ἀνὰ Γ τ, ἱρίνου, γλευκίνου, κυπρίνου ἀνὰ Γ β, στέατος ἀρκείου καὶ χηνείου, βουτύρου, ὕσσώπου, μυελοῦ ἐλαφείου, τερειβινθίνης ἀνὰ Γ α. Ἄλλο. πολίου <β, εμύρνης <δ· μετὰ οἴνου Μενδησίου λειώσας, ἱρίνῳ δεύσας προστίθεσθαι δίδου. Ἄλλο. κηροῦ Τυρρηνικοῦ, στέατος μοσχείου, τερειβινθίνης, μυελοῦ ἐλαφείου, μέλιτος Ἀττικοῦ, ἐλαίου παλαιοῦ ἴσα. Μετασυγκριτικὸν καὶ πρὸς ἐμπνευματώσεις. σταφίδος λευκῆς χωρὶς τῶν γιγάρτων Γ τ, πηγάνου χλωροῦ φύλλων Γ β, ὕδατος θαλασσίου Γ α Λ, κυμίνου <δ, μέλιτος τὸ ἀρκοῦν· ἐπιχρίσας δὲ πεσσὸν ἐμβαπτε κυπρίνῳ ἐλαίῳ καὶ πρόσθι. Καὶ ὁ χρυσοῦς δὲ πεσσὸς ὁ τε Λιβιανὸς καὶ ὁ ἕνεσαφάρμακος ἀρμόζουσι τῇ διαθέσει· ἰδιαίτερος δὲ ὁ Τιτιανός.