Ancient Greek
299.2
Paulus, Epitomae Medicae Libri Septem 299.2
Unproofread scanNot analysed yet
ο´. Περὶ ἐμπνευματώσεως. Ἐμπνευματοῦται ἡ μήτρα ἐκ ψύξεως ἢ φθορᾶς ἢ δυστοκίας τοῦ στομίου μύσαντος ἢ θρόμβου παρασφηνωθέντος ἐν αὐτῷ, ποτὲ μὲν ἐν τῇ κοιλότητι τοῦ κύτους ἀποληφθέντων τῶν πνευμάτων, ποτὲ δὲ ἐν τοῖς ἀραιώμασι τοῦ τῆς μήτρας σώματος· αἱς ἔπεταὶ ὀγκὸς τοῦ ἡτροῦ καὶ τοῦ ὑπογαστρίου μετὰ σκληρίας καὶ πόνου νυγματώδους διανύττοντος μέχρι διαφράγματος καὶ στομάχου καὶ βουβώνων, πρὸς τε τὴν ἐκ τῶν δακτύλων ἐπικροῦσιν ἦχος τυμπανιώδης γίνεται. θεραπεύειν οὖν πρῶτον μὲν διὰ φλεβοτομίας μηδενὸς κυλύοντος, εἶτα κατὰ μὲν τοὺς παροξυμοὺς ἀκιτίαις καὶ ἔμβροχαῖς δι´ ἐλαίου πηγανίνου, ἐγκαθίσμασι τε δι´ ἀφεύματος πηγάνου, γλήχυνος, ἄρτεμισίας, κασίας καὶ τοῖς ὁμοίοις, καταπλάσμασι τε διὰ σπέρματος σελίνου, κυμίνου, ἄνιcou, μαράθρου, ἄμεως, ἱρίνου ἀλεύρου, σικύαις τε κοῦφαις καὶ μετὰ καταχασμοῦ. χρονίζουσα δὲ τῆς διαθέσεως καθάρσει χρηστέον διὰ τῆς πικρᾶς καὶ τῆς ἰερᾶς δρῦπάζει τε καὶ σιναπismois καὶ τῇ τῶν αὐτοφυῶν ὑδάτων χρήσει. ἢ δὲ μαία προλελιπασμένον τὸν δάκτυλον καθεῖσα τὸν ἐπικειμένον θρόμβον, εἰ τύχοι, κομιζέσθω πρᾶως αὐτὸν ἐνδιαλύουσα, αὐθίς