Ancient Greek
301.2
Paulus, Epitomae Medicae Libri Septem 301.2
Unproofread scanNot analysed yet
οβ’. Περὶ προπτώσεως ὑστέρας. Ἡ ὑστὲρα προπίπτει σπανίως μὲν, διὰ πλείονας δὲ αἰτίας· ἢ γὰρ ἀφ’ ὕψους κατενεχθεῖσα καὶ ἐπὶ ἰσχία ἐδρασθεῖσα ῥηγνυμένων τῶν ὑμένων, οἱ κατέχουσι τὸ σπλάγχνον, ἢ δι’ ἐξολκὴν δευτέρου προσελκομένου τὴν ὑστέραν προσπεφυκότος αὐτῇ, καθάπερ ἐν δυστοκίαις, ἢ δι’ ἄτεχνον ἐμβρυουλικίαν ἢ διὰ πληγὴν ἢ διὰ ψυχικὰ πάθη, οἷον ἀποβολῆς τέκνων ἀπαγγελθείσης ἢ πολεμίων ἐφόδου ἢ δι’ ἐπικίνδυνον πλοῦν ἢ τινα τοιαύτην αἰτίαν, τῷ ὅλῳ συγκρίματι λυθέντι συνολισθησάσης τῆς ὑστέρας, ἢ διὰ παράλυσιν καὶ ἀτονίαν τῶν μορίων, ὡς ἐπὶ τῶν παρακμασακῶν μάλιστα γίνεται. προπίπτει δὲ κατὰ τὸ στόμιον αὐτῆς· τινὲς δὲ καὶ πᾶσαν ἱστοροῦσι προπίπτειν, ὅπερ ἀπίθανον· πῶς γὰρ ἂν ἀναχθεῖσα