Ancient Greek
307.2
Paulus, Epitomae Medicae Libri Septem 307.2
Unproofread scanNot analysed yet
Εἰ μὲν οὖν διὰ στέγνυσιν ἡ οἷον ἀποσφήνυσιν τοῦ ἐμβρύου δυστοκία 2 γίνοιτο, τῇ χαλάσει πρότερον σννεργεῖν ἐγχυματίζοντας συχνῶς ἐλαίῳ γλυκεῖ καὶ θερμῷ καὶ σὺν ἀφευήματι τήλεως ἡ μαλάχης ἡ λινὸσπέρμου ἡ καὶ ὠοῖς διὰ τὸ παρηγορικόν· εἶτα καὶ καταπλάσσειν ἐφ’βαιον μετ’ ἐπι- 20 γαστρίου καὶ ὀσφύος τῇ διὰ λινὸσπέρμου ἡ διὰ μελικράτου ἡ ὑδρελαίου ἐγκαθίσμασί τε τοῖς ὁμοίοις· καὶ τοὺς ἀπὸ βαλανείων δὲ παραλαμβάνειν χαλασμούς, εἰ μὴ πυρετὸς ἡ τις ἑτέρα κωλύοι πρόφασις. καὶ κινεῖν διὰ φορείου τὴν τίκτουσαν ἐν ἀέρι θερμῷ συμμέτρως· ἑνιοὶ δὲ καὶ κατασεισμοὺς εὐτόνους παρέλαβον καὶ πταρμικὰ προσήγαγον. καὶ τὴν μὲν 25 δειλιώσαν παρορμᾶν, τὴν δὲ ἀπειρον ὠδίνων διαλεκτέον εὐτόνως μάλιστα τὸ πνεῦμα κατέχειν καὶ πρὸς τὴν λαγόνα συνωθεῖν, τὴν δὲ λειποθυμοῦσαν τοῖς ἀπλήκτοις ὀσφραντοῖς ἀναληπτέον, κουφισθεῖσαν δὲ μετρίως θρεπτέον ὀλίγῃ τῇ τροφῇ. τὴν δὲ καταπίμελον ἐν τῇ κλίνῃ 3 πρηνὴ σχηματιστέον προσυποκλίνασαν τοῖς μηροῖς τὰ γόνατα διὰ τὸ 30 τὴν ὑστέραν πρὸς ἐπιγάστριον φερομένην κατ’ εὐθὺ τοῦ στομίου γίνεσθαι, διὰ δὲ τῶν δακτύλων κηρωταῖς ἡ λιπάσμασι πιαίνειν τὸ στόμιον καὶ ἡρέμα διαστέλλειν· καὶ, εἰ τι πάθος εἴη περὶ τὰ μόρια, καὶ τούτου προνοεῖσθαι, καὶ σκύβαλον κατεχόμενον ἐκβάλλειν διὰ μαλακοῦ κλύσματος καὶ χόριον ἀναστομούμενον διαιρεῖν ἡ τοῖς δακτύλοις ἡ πολυτικῷ 35