Ancient Greek
31.1
Paulus, Epitomae Medicae Libri Septem 31.1
Unproofread scanNot analysed yet
μέλιτι βραχύ τι καὶ πτισάνης, ἐνίοτε δὲ καὶ μελικράτου, διδόντα. ἐπεὶ δὲ καὶ τὸ ὑποχόνδριον ἅπασί τοῖς τοιούτοις ἐπήρται τε καὶ ἐμπεφύχηται, καὶ ῥάδιως, ὅ, τι περ ἂν προσάρωνται, πνευματοῦνται, βέλτιον ἂν εἴη διδόναι τι cὐν τῇ τροφῇ πεπέρεως, ἄμεινον δὲ καὶ τῷ Διοσπολιτικῷ χρήσθαι φαρμάκῳ καὶ τῷ διὰ τριῶν πεπέρεων τῷ ἀπλῷ· καὶ δεύμελι δὲ χρησιμώτατον αὐτοῖς ἐστι. ποτῶ δὲ χρήθωσαν ἀπομέλιτος καὶ μάλιστα, ὅταν ἀποξυνθῇ, καὶ τῶν οἴνων τοῖς ὠζυμένοις ἄτρεμα καὶ τῶν ἐδεσμάτων τοῖς λεπτύνοσιν ἄνευ τοῦ θερμαίνειν, οἷαπέρ ἐστι καὶ ἡ κάππαρις, εἰ δι’ ὀξυμέλιτος ἢ δι’ ὀξελαιοῦ λαμβάνοιτο. ὁ δὲ τονώδης κόπος, ὅταν ἄνευ γυμνασιῶν συνιστῆται, πλήθος ἐνδείκνυται διατεῖνον τὰ στερεὰ τοῦ ζῴου μόρια· δῆλον δέ, ὅταν αἵματος πλήθος ἦ, ἄριστον ἤτοι φλέβα τέμνειν ἢ ἀποσχάζειν τὰ σφυρά. ὁ δὲ φλεγμανώδης αὐτόματος κόπος οὐδὲ ὥρῶν ὀλίγων μήτι γε δυοῖν ἢ τριῶν ἡμερῶν ἄνέχεται βραδυτήτος· αὐτίκα γὰρ πυρετὸν ἐπάγει σφοδρότατον, ἣν μὴ τις φθάσας ἀποχὴ τοῦ αἵματος· κάλλιον δέ, εἰ ἐγχωροῖ, δις ἀφαιρεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν πρότερον οὕτω κενοῦντας, ὡς μὴ λειποθυμῆσαι τὸν ἄνθρωπον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποθυμίαν φοβεῖσθαι προσίκει· μὴ φλεβοτομηθέντες δὲ οἱ οὕτως διακείμενοι τύχης ἄραθῆς εἰς τὸ σωθῆναι δέονται.