Ancient Greek
310.8
Paulus, Epitomae Medicae Libri Septem 310.8
Unproofread scanNot analysed yet
θαμνύδης παραπλήσια δάφνης τὰ φύλλα καὶ μείζονα πολλῷ ἔχουσα πολλὴν δέδωκε πείραν οὐ μόνον ἐπὶ ἰχιαδικῶν, ἀλλὰ καὶ ἐπὶ καὶ συνεχῶν διὰ κάμψεων καὶ ἀφάλσεων καὶ δρόμων. καὶ τροφὴ δὲ λεπτύνουσα μετρίως καὶ εὐπεπτος. εἰ δὲ πρὸς μηδὲν τῶν εἰρημένων ὑπακούει ἡ ἰσχίς, ὅτε μὲν εἰς διαπύην τρέπεται, ὅτε δὲ χαλασθέντων τῶν συνδετικῶν νεύρων τὸ κύλον ἐξαρθεῖ· δεῖ τοίνυν χρονίζουσης τῆς διαθέσεως καίειν τὸ ἄρθρον κατὰ τρεῖς ἢ τέτταρας τόπους, ὡς ἐν τοῖς χειρουργουμένοις εἰρήσεται, καὶ ἐπὶ πλείονας ἡμέρας τὰ ἕλκη φυλάττειν ἀνεπούλωτα.