Ancient Greek
312.2
Paulus, Epitomae Medicae Libri Septem 312.2
Unproofread scanNot analysed yet
4 κατάρχει δὲ τοῦ πάθους ὡς τὸ πολὺ κόπος ἄμετρος καὶ περίπατοι σύντονοι καὶ ἵππασία συχὴν καὶ ἀφροδισίων ἄκαιρος χρῆσις ψυχροποσία τε ἁβὴς καὶ ψυχρῶν ἢ πολλῶν ἢ κακῶν βρωμάτων ἐδωδὴ καὶ οἶνος πολύς· καὶ ἐπὶ προσπταίσμασι δὲ τινες ἢ κρούσμασιν ἢ στρέμμασιν ἢ τοιούτοις τισὶ τὴν πρώτην κατάπειραν τοῦ πάθους εὑρίσκαι προηγουμενὴς μὲν ἐν τῷ σώματι καὶ τέως ἡρεμούσης τῆς ὕλης, τῆς δὲ προκαταρκτικῆς αἰτίας κινεῖσης αὐτήν. λύπαι δὲ καὶ φροντίδες καὶ ἀγρυπνίαι καὶ τὰ λοιπὰ πάθη τῆς ψυχῆς οὐχ ὅπως μόνον ἐκίνησαν ἀλλὰ καὶ αὐτὰ τὴν κακοχυμίαν ἐγέννησαν εἴτε πρώτως εἴτε κατὰ συμβεβηκός. ποικίλα μὲν οὖν ἐστιν, ὡς ἔφη, τὰ τοῦ πάθους αἴτια, εὐφώρατοι δὲ ὅμως κατὰ τὸ ἐχχωροῦν αἱ τῶν λυπουμένων χυμῶν διαφοραὶ γίνονται ταῖς τε χροίαις καὶ τοῖς συμπτώμασι σημαίνουσαι. τὸ μὲν γὰρ χολῶδες ῥεῦμα πρὸς τῷ τοῦ χρώματος ὑπώχρω τε καὶ ἐξερυθρῶ καὶ θερμασίας συναίσχαι καὶ τὴν ὀδύνην δευτέραν ἐργάζεται καὶ ταχέως ἐκδίδεται κατὰ τὸ δέρμα χωρὶς ὀγκοῦ μεγάλου παροξύνεται τε τῶν θερμαινόντων ἐπιτιθεμένων, ὥσπερ ξυπαλιν ὑπὸ τῶν ψυχόντων ἀνίεται. τοῦτο μέν γε καὶ τοῖς ἄλλοις ἅπασιν ὡς ἐπὶ τὸ πολὺ, μάλιστα δὲ τοῖς ἐπὶ χολῶδει, συμβαίνει· καὶ πυρετὸς αὐτοῖς ἐπιγίνεται πολλάκις ἐν ταῖς τῶν παροξυμῶν ἀκμαῖς, ὅποτε καὶ διψώδεις εἰσίν. οὕτω δὲ καὶ μελάντερον μὲν ἐπὶ τῶν μελαγχολικωτέρων εὑρίσκεται τὸ χρώμα, λευκὸν δὲ καὶ ὑδαλέον ἐπὶ τῶν φλεγματικῶν, καὶ τὴν ὀδύνην ἐμφυλεύουσαν τε καὶ βραδύτερον εἰς ὀγκὸν ἐκδιδόμεν ὥσπερ αἱματώδη τὴν χρόαν, ἐφ᾽ ὧν αἱματικὸς ὁ πλεονάζων ὑπάρχει χυμός. πρὸς δὲ τὴν βεβαιότεραν διάγνωσιν συντελεῖ σοι καὶ ἡ προλαβοῦσα δίαιτα καὶ τὰ λοιπά.