Ancient Greek
314.2
Paulus, Epitomae Medicae Libri Septem 314.2
Unproofread scanNot analysed yet
11 Θεραπεία τῶν ἐπὶ αἱματικῷ χυμῷ ῥευματιζομένων. Ἐφ’ ὧν δὲ ὁ πλεονάζων χυμὸς αἱματικὸς ἐστι, φλεβοτομία χρηστέον ἀνυπερθέτως, οὐ μὴν ἀλλὰ καὶ τῶν φλεγματικωτέρων ἢ μελαγχολικωτέρων, ἐπειδή καὶ τούτοις ὁ χυμὸς ταῖς φλεβὶν ὡς μάλιστα περιέχεται ποσότητι μᾶλλον ἢ ποιότητι λυμαίνόμενος. τὴν φλεβοτομίαν οὖν παραλαβὼμεν εὐθὺς κατὰ τὴν πρώτην τοῦ νοσήματος κατάπειραν, ὡς οἱ γε φθάσαντες ἤδη πολλάκις ῥευματισθήναι βλάπτονται μᾶλλον ὑπὸ τῆς τοῦ αἵματος κενώσεως ἢπερ ὠφελοῦνται, καὶ μᾶλλον, οἷς φύσει ψυχρότερον ἢ καὶ ἀσθενέστερόν ἐστι τὸ σῶμα. μετὰ δὲ τὴν τοῦ αἵματος κένωσιν, εἰ μὴ μόνον αἷμα τὸ πλεονάσαν ὑπῆρχεν, μικρὸν διαλιπόντες καὶ τῇ διὰ τῆς ἱερᾶς χρησώμεθα καθάρσει. καὶ τὸ Ἰουλιάνιον