Ancient Greek
315.5
Paulus, Epitomae Medicae Libri Septem 315.5
Unproofread scanNot analysed yet
τινὲς δὲ ἐν αὐτοῖς τοῖς παροξυρμοῖς ἐπὶ πάντων τῶν ἄρθριτικῶν 14 καὶ τῇ δι' ἑρμδακτύλου κέχρηται καθάρεσι. ἀλλὰ προσεκτέον, ὅτι 20 κακοστόμαχος ὤν ὁ ἑρμδάκτυλος ἀκώδεις τε καὶ ἀνορέκτους ἐργάζεται· ἐπὶ μόνων οὖν τῶν ἐν πράγμασιν ἀπαραίτητοις ἐπειγομένων αὐτῷ χρηστέον· συντόμως γὰρ καὶ μετὰ δύο τὸ πλεῖστον ἡμέρας παύει τὸν ῥευματισμόν, ὥστε τὰ συνῆθὲ δύνασθαι πράττειν. οἶδα δέ τινα μὴ τὴν οὐσίαν αὐτὴν τοῦ ἑρμδακτύλου παρέχοντα μηδὲ τι τῶν δι' αὐτοῦ συν- 25 θέτων φαρμάκων, ἀλλ' αὐτὴν τὴν πόαν ἑμῶν μετὰ τινος τῶν συνήθων σπερμάτων, οἷον ἀνίσου ἢ σελίνου, τὸ ἀπέψημα πίνειν ἐδίδου, καὶ θαυμαστῶς ὅπως κενούμενοι διὰ γαστρὸς ἀπεπαύοντο τοῦ ῥευματισμοῦ· δεῖ δὲ διὰ τὸ κακοστόμαχον, ὡς ἔφη, ὕστερον τοῖς εὐστομάχοις τε καὶ τονωτικοῖς μετὰ τοῦ μετρίως θερμαίνειν ἐπανορθοῦσθαι τὸ στόμα 30