Ancient Greek
316.2
Paulus, Epitomae Medicae Libri Septem 316.2
Unproofread scanNot analysed yet
15 τοπικὰ δὲ τοῖς φλεγματικοῖς προσφερέσθω μετρίας μὲν οὐχὲς τῆς ὀδύνης ἢ τε κράμβη χλωρὰ καταπλαττομένη καὶ τὸ σέλινον καὶ ἡ κόνυζα. καὶ ὁ περιστερῶν ὁ ὄρθιος, ἰχυρῶς δὲ αὐτῶν ὀδυνωμένων ἀλεύρου τηλίνου μέρη ἡ, αἰρίνου μέρος ἄ, ἀλεύρου ἐξ ἐρεβίνθων μέρος ἄ, καταπλάττειν διὰ μελικράτου ἢ οἴνου λεπτοῦ σὺν ὀλίγῳ Κυπρίνῳ ἢ ναρδίνῳ, καὶ μάλιστα χειμῶνος. καὶ τῶν κραμβῶν δὲ τῆς ρίζης καὶ τῶν καυλῶν καυθέντων ἢ τέφρα σὺν ὀξυγίᾳ καταπλαττομένη πολλοὺς ὀνίνησιν, ἀλλ’ εἰς μὲν τὸ παραμυθιασθαι πρόσφατον εἶναι δεῖ τὸ ὀξύγιον, εἰς δὲ τὸ διαφορίσαι παλαιὸν ἀλισθὲν· καὶ ἢ τῶν βοῶν κόπρος σὺν ἀλεύρῳ κριθίνῳ ἐν μελικράτῳ ἐψωμένη ἢ καθ’ ἑαυτὴν πρόσφατος ὑγρὰ καταπλαττομένη μετὰ φύλλων κράμβης, ὁμοίως δὲ καὶ αἱ τῶν αἰγῶν σπύραθοι καθ’ ἑαυτὰς ἢ μετὰ ἀλεύρου κριθίνου δι’ ὀξυκράτου ἐψώμεναι.