Ancient Greek
316.4
Paulus, Epitomae Medicae Libri Septem 316.4
Unproofread scanNot analysed yet
20 ὠφελεῖ τοίνυν ἢ τε ἀγρία ἀτράφαξυς καὶ ἢ ἡμερος σὺν ἄρτῳ καταπλассομένη ἢ φλόμου φύλλα μετὰ βολβῶν καὶ ἄρτου λεαινόμενα ἢ μετὰ ἀλφίτου ἢ τὸ διὰ τῆς ὑμῆς λύσεως κατάπλασμα. καθάπαξ δέ, ἐφ’ ὧν ἄδηλος ἢ αἰτία, ποιείσθαι δεῖ τὴν μετάβασιν ποτὲ μὲν ἐπὶ τὰ ὁμοειδῆ, ποτὲ δὲ καὶ ἐπὶ τἀναντία, μὴ τοῖς αὐτοῖς ἐγχρονίζοντα, μὴ παραμυθουμένοις γοῦν· ταῦτα γὰρ ὁσήμεραι βλέπομεν ἐν τοῖς ἔργοις τῆς τέχνης γινόμενα, καὶ τὸ αὐτὸ βοήθημα τοῦτο μὲν τὸ ἄρθρον ὠφέλησεν, ἕτερον δὲ ἐπὶ τοῦ αὐτοῦ κάμνοντος ὁμοίως φλεγμαινόν οὐ μόνον οὐκ ὠφέλησεν κατ’ αὐτὴν τὴν ὥραν, ἀλλ’ ἐξο’ ὅτε καὶ προσέβλαψεν. καὶ τὸ δὴ θαυμαστόν· τὸ γὰρ ἐν καὶ ταῦτὸ πολλάκις ἄρθρον ὑπὸ τοῦ αὐτοῦ βοηθήματος νῦν μὲν ὠφελήθη, μετ’ ὀλίγον δὲ καὶ προσεφλέγμηνεν.